§8.21.1οἳ μὲν δὴ ταῦτα ἔπρησσον, παρῆν δὲ ὁ ἐκ Τρηχῖνος κατάσκοπος.
正当他们忙于这些事的时候,来自特拉克斯的侦察员到了。
ἦν μὲν γὰρ ἐπʼ Ἀρτεμισίῳ κατάσκοπος Πολύας, γένος Ἀντικυρεύς, τῷ προσετέτακτο, καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον, εἰ παλήσειε ὁ ναυτικὸς στρατός, σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι·
原来,在阿提密修姆曾部署过一名叫作波利亚斯的安提基拉籍侦察员,奉命时刻准备着一艘备有桨舵的船只,一旦海军遭遇败绩,便立即向在温泉关的人通报。
ὣς δʼ αὕτως ἦν Ἀβρώνιχος ὁ Λυσικλέος Ἀθηναῖος καὶ παρὰ Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπʼ Ἀρτεμισίω ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ, ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν.
同样,吕西克勒斯之子、雅典人阿布罗尼科斯也在列奥尼达身边待命,准备在陆军遭遇意外变故时,乘一艘三十桨船去向阿提密修姆的人报信。
§8.21.2οὗτος ὦν ὁ Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμαινε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ.
于是,这位阿布罗尼科斯赶到后,向他们报告了有关列奥尼达及其军队所发生的事变。
οἳ δὲ ὡς ἐπύθοντο ταῦτα, οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν, ἐκομίζοντο δὲ ὡς ἕκαστοι ἐτάχθησαν, Κορίνθιοι πρῶτοι, ὕστατοι δὲ Ἀθηναῖοι.
他们一听闻这些消息,便不再拖延撤退,而是按照各自原定的建制顺序开始撤离,科林斯人走在最前面,雅典人殿后。