§8.19.1νόῳ δὲ λαβὼν ὁ Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν, οἷοί τε εἴησαν ἂν τῶν λοιπῶν κατύπερθε γενέσθαι, ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν ταύτην, συλλέξας τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην, τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρίστους.
特米斯托克利心中领会到,如果能将爱奥尼亚和卡里亚部族从蛮族那里争取过来,他们便可望战胜其余的敌人。 此时,恰逢尤卑亚人正把羊群赶往这片海边,于是他召集将领们,对他们说,他似乎有某种计策,可望借此使国王盟友中最优秀的部分倒戈。
§8.19.2ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου, ἐπὶ δὲ τοῖσι κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε, τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι· κρέσσον γὰρ εἶναι τὴν στρατιὴν ἔχειν ἢ τοὺς πολεμίους· παραίνεέ τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πῦρ ἀνακαίειν· κομιδῆς δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν, ὥστε ἀσινέας ἀπικέσθαι ἐς τὴν Ἑλλάδα.
这些话他目前只透露到这个程度,而针对眼前的局势,他指出他们应当采取如下行动:即尽情宰杀他们所想要的尤卑亚人的羊只,因为让自己的军队拥有这些羊,总比让敌人得到要好;他还建议各将领通知各自的部下燃起篝火;至于撤退的时机,他自己会予以操心,以便使大家能够平安无事地抵达希腊。
ταῦτα ἤρεσέ σφι ποιέειν, καὶ αὐτίκα πῦρ ἀνακαυσάμενοι ἐτράποντο πρὸς τὰ πρόβατα.
他们同意照此办理,并立即燃起篝火,开始宰杀羊群。