§8.143.1Ἀθηναῖοι δὲ πρὸς μὲν Ἀλέξανδρον ὑπεκρίναντο τάδε. καὶ αὐτοὶ τοῦτό γε ἐπιστάμεθα ὅτι πολλαπλησίη ἐστὶ τῷ Μήδῳ δύναμις ἤ περ ἡμῖν, ὥστε οὐδὲν δέει τοῦτό γε ὀνειδίζειν.
雅典人对亚历山大作出了如下回答: “我们自己也深知,波斯人的力量比我们大许多倍,因此完全无需以此来责难我们。
ἀλλʼ ὅμως ἐλευθερίης γλιχόμενοι ἀμυνεύμεθα οὕτω ὅκως ἂν καὶ δυνώμεθα.
然而,我们渴望自由,将尽我们所能进行自卫。
ὁμολογῆσαι δὲ τῷ βαρβάρῳ μήτε σὺ ἡμέας πειρῶ ἀναπείθειν οὔτε ἡμεῖς πεισόμεθα.
你不要企图劝说我们与蛮族妥协,我们也是决不会被说服的。
§8.143.2νῦν τε ἀπάγγελλε Μαρδονίῳ ὡς Ἀθηναῖοι λέγουσι, ἔστʼ ἂν ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν ἴῃ τῇ περ καὶ νῦν ἔρχεται, μήκοτε ὁμολογήσειν ἡμέας Ξέρξῃ· ἀλλὰ θεοῖσί τε συμμάχοισι πίσυνοί μιν ἐπέξιμεν ἀμυνόμενοι καὶ τοῖσι ἥρωσι, τῶν ἐκεῖνος οὐδεμίαν ὄπιν ἔχων ἐνέπρησε τούς τε οἴκους καὶ τὰ ἀγάλματα.
现在请去转告马尔多尼乌斯,雅典人这样说:只要太阳还沿着它现在运行的轨道运行,我们就绝不会与薛西斯妥协;相反,我们将信赖作为盟友的神明和英雄,奋起自卫反抗他——而他却毫无敬畏之心,烧毁了这些神明和英雄的庙宇和神像。
§8.143.3σύ τε τοῦ λοιποῦ λόγους ἔχων τοιούσδε μὴ ἐπιφαίνεο Ἀθηναίοισι, μηδὲ δοκέων χρηστὰ ὑπουργέειν ἀθέμιστα ἔρδειν παραίνεε· οὐ γάρ σε βουλόμεθα οὐδὲν ἄχαρι πρὸς Ἀθηναίων παθεῖν ἐόντα πρόξεινόν τε καὶ φίλον.
至于你,今后不要再带着这样的建议出现在雅典人面前,也不要以为自己是在帮好忙,却劝我们做出不义之事;因为我们不希望你从雅典人这里受到任何不礼貌的对待,毕竟你是我们的国宾和朋友。 ”