§8.140A.1ἐγεγόνεε μὲν δὴ ὧδε ὁ Ἀλέξανδρος ὁ Ἀμύντεω·
阿敏塔斯之子亚历山大便是如此世系而来的。
ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου, ἔλεγε τάδε. ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος τάδε λέγει. ἐμοὶ ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτω. Ἀθηναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας μετίημι.
当他被马尔多尼乌斯派遣抵达雅典时,他开口说道: “雅典的诸位,马尔多尼乌斯这样说:‘我这里收到了来自国王的口信,内容如下: “对于雅典人,我赦免他们过去对我犯下的所有过错。
§8.140A.2νῦν τε ὧδε Μαρδόνιε ποίεε· τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος, τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί, ἥντινα ἂν ἐθέλωσι, ἐόντες αὐτόνομοι· ἱρά τε πάντα σφι, ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν, ἀνόρθωσον, ὅσα ἐγὼ ἐνέπρησα.
那么,马尔多尼乌斯,现在你要这样做:一方面,把他们的土地还给他们,另一方面,让他们自己在这一片土地之外,自由选择他们想要的任何其他土地,并让他们自治;如果他们愿意与我和解,就把我所烧毁的他们所有的神殿全部重建。
τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν ταῦτα, ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται.
”’ 既然这些指令已经下达,除非责任在你们一方,否则我不得不执行这些。
§8.140A.3λέγω δὲ ὑμῖν τάδε. νῦν τί μαίνεσθε πόλεμον βασιλέι ἀειρόμενοι;
因此我对你们说:现在,你们为什么要疯狂地对国王发起战争呢?
οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τε ἐστὲ ἀντέχειν τὸν πάντα χρόνον.
因为你们既无法战胜他,也无法永远支撑下去。
εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα, πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρʼ ἐμοὶ ἐοῦσαν δύναμιν· ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε, τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε, ἄλλη παρέσται πολλαπλησίη.
你们已经亲眼看到了薛西斯远征军的庞大数量与伟绩,也听闻了我现在所拥有的军力;因此,即便你们战胜并击败了我们(如果你们还清醒的话,对此你们毫无希望),也将会有另一支数倍于此的军队接踵而至。
§8.140A.4μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέι στέρεσθαι μὲν τῆς χώρης, θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν, ἀλλὰ καταλύσασθε·
因此,不要因为企图与国王抗衡,而失去你们的土地,并始终为你们自己的生存而奔波;相反,和解吧。
παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι, βασιλέος ταύτῃ ὁρμημένου.
既然国王已经倾向于此,现在正是你们以最体面的方式进行和解的极佳契机。
ἔστε ἐλεύθεροι, ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης.
同我们缔结盟约,不带任何欺瞒与诡诈,保持自由吧。 ”