Humanitext Reader

希罗多德 · 历史 §8.137.1-8.137.5

马其顿王家始祖佩尔迪卡斯与太阳预兆

第 1445 段,共 1577 段 · 希腊语

内容简介

记述了被派往雅典的亚历山大之祖先佩尔迪卡斯,在与兄弟们被雇用他们的国王无理驱逐时,在奇异预兆下将太阳纳为自己的工钱,从而预示其对马其顿统治权的建国神话起点。

§8.137.1τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ ὁ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε.
这位亚历山大的第七代祖先佩尔迪卡斯,便是通过以下方式夺得马其顿人统治权的。
ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί, Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης, ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν.
泰梅诺斯的三个后裔兄弟——高阿内斯、埃罗普斯和佩尔迪卡斯,从阿耳戈斯逃亡到伊利里亚人那里;他们越过伊利里亚人,进入上马其顿,来到了勒拜亚城。
§8.137.2ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέι, ὃ μὲν ἵππους νέμων, ὁ δὲ βοῦς, ὁ δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων.
在那里,他们给国王打工以赚取工钱,老大牧马,老二牧牛,他们当中最年轻的佩尔迪卡斯则放牧细小家畜(羊只)。
ἡ δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε· ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι, οὐ μοῦνον ὁ δῆμος·
国王的妻子亲自为他们烤制食物,因为在古时候,不仅是普通百姓,连人类的统治者在财富上也是匮乏的。
§8.137.3ὅκως δὲ ὀπτῴη, ὁ ἄρτος τοῦ παιδὸς τοῦ θητὸς Περδίκκεω διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ.
每次她烤面包时,雇工少年佩尔迪卡斯的面包就会自行膨胀到原来的两倍大。
ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο, εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς·
由于这件事情一再发生,她便告诉了自己的丈夫。
τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι μέγα τι.
丈夫听后,心中立刻升起一个念头,认为这是一个奇迹,预示着某种重大的事情。
καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ.
于是他召来雇工们,命令他们离开自己的土地。
§8.137.4οἳ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι.
但他们说,他们理应领到工钱,然后才离开。
ἐνθαῦτα ὁ βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας, ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ὁ ἥλιος, εἶπε θεοβλαβὴς γενόμενος μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι, δέξας τὸν ἥλιον.
这时,国王听到关于工钱的事,当时阳光正穿过烟囱照射进屋里,他被神夺去了理智,说道:“这就是我付给你们的、你们配得的工钱,”说着,他指了指太阳。
§8.137.5ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι, ὡς ἤκουσαν ταῦτα· ὁ δὲ παῖς, ἐτύγχανε γὰρ ἔχων μάχαιραν, εἴπας τάδε δεκόμεθα ὦ βασιλεῦ τὰ διδοῖς, περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον, περιγράψας δέ, ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου, ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετʼ ἐκείνου.
听到这话,年长的高阿内斯和埃罗普斯目瞪口呆地站在那里;而那个孩子(他恰好带有一把小刀)则说道:“国王啊,我们接受你所给的,”随后用小刀在屋里的地上围着阳光画了一个圆圈,画完之后,他将阳光向自己的衣襟里捧了三次,然后他本人和同行的人便一同离开了。

词汇与语法注释

  1. 8.137.1ἕβδομος γενέτωρ — 意为“第七代祖先”。希罗多德在第8卷139章中,从初代佩尔迪卡斯算起,到当前的亚历山大,共数了七代(佩尔迪卡斯、阿尔盖乌斯、腓力、埃罗普斯、阿尔克塔斯、阿敏塔斯、亚历山大)。因此,“第七代”是指包含本代在内的世代数,即指开国始祖。
  2. 8.137.3τὸν δὲ ἀκούσαντα ἐσῆλθε — 动词 ἐσέρχομαι(进入心中、浮现脑海)支配宾格的句式。“听到这话的他(=国王)脑海中浮现出……的念头”。宾格分词短语 τὸν δὲ ἀκούσαντα 作为 ἐσῆλθε 的宾语。
  3. 8.137.4δίκαιοι εἶναι ἀπολαβόντες — 形容词 δίκαιος 连用不定式和分词的人称句式(“理应做某事”、“有权做某事”)。虽然与非人称句式 δίκαιόν ἐστι(……是正当的)同义,但这里将主语(他们)作为主格的人称形容词 δίκαιοι 与主语保持一致。

引用这一段

希罗多德, 历史 §8.137.1-8.137.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.137.1-8.137.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。