§8.137.1τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ ὁ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε.
Now Perdiccas, the seventh ancestor of this Alexander, was the one who acquired the tyranny of the Macedonians in the following manner.
ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί, Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης, ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν.
Three brothers, descendants of Temenus—Gauanes, Aerope, and Perdiccas—fled from Argos to the Illyrians; and crossing over from the Illyrians into Upper Macedonia, they arrived at the city of Lebaea.
§8.137.2ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέι, ὃ μὲν ἵππους νέμων, ὁ δὲ βοῦς, ὁ δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων.
There they served for wages under the king, the first pasturing horses, the second oxen, and the youngest of them, Perdiccas, the small cattle.
ἡ δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε· ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι, οὐ μοῦνον ὁ δῆμος·
The wife of the king herself baked the bread for them; for in ancient times, even the tyrannies among men were weak in wealth, not only the common people.
§8.137.3ὅκως δὲ ὀπτῴη, ὁ ἄρτος τοῦ παιδὸς τοῦ θητὸς Περδίκκεω διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ.
And whenever she baked, the loaf of the servant-boy Perdiccas became double its own size.
ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο, εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς· τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι μέγα τι.
When this same thing kept happening continually, she told her husband; and upon hearing this, it immediately occurred to him that this was a portent and portended something great.
καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ.
Having summoned the servants, he ordered them to depart from his land.
§8.137.4οἳ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι.
But they said that they were justified in receiving their wages before they departed.
ἐνθαῦτα ὁ βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας, ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ὁ ἥλιος, εἶπε θεοβλαβὴς γενόμενος
μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι,
δέξας τὸν ἥλιον.
Then the king, hearing about wages—for the sun was shining into the house through the chimney—said, having been struck with madness by a god: "I pay you this as the wages you deserve," pointing to the sun.
§8.137.5ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι, ὡς ἤκουσαν ταῦτα· ὁ δὲ παῖς, ἐτύγχανε γὰρ ἔχων μάχαιραν, εἴπας τάδε
δεκόμεθα ὦ βασιλεῦ τὰ διδοῖς,
περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον, περιγράψας δέ, ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου, ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετʼ ἐκείνου.
Now Gauanes and Aerope, the older ones, stood astounded when they heard this; but the boy, who happened to have a knife, having said: "We accept, O king, what you give," drew a circle with his knife on the floor of the house around the sun, and having drawn it, having scooped the sunlight three times into the fold of his garment, he departed, both himself and those with him.