§8.136.1Μαρδόνιος δὲ ἐπιλεξάμενος ὅ τι δὴ λέγοντα ἦν τὰ χρηστήρια μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα, ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν·
马尔多尼乌斯在仔细阅读并研究了神谕到底在宣告什么之后,便派遣阿敏塔斯之子、马其顿人亚历山大作为使者前往雅典。
Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην, Ἀμύντεω δὲ θυγατέρα, Βουβάρης ἀνὴρ Πέρσης ἔσχε, ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ὁ ἐν τῇ Ἀσίῃ, ἔχων τὸ οὔνομα τοῦ μητροπάτορος, τῷ δὴ ἐκ βασιλέος τῆς Φρυγίης ἐδόθη Ἀλάβανδα πόλις μεγάλη νέμεσθαι· ἅμα δὲ ὁ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη καὶ εὐεργέτης ὁ Ἀλέξανδρος ἔπεμπε·
这一方面是因为波斯人是亚历山大的姻亲(因为波斯人布巴雷斯娶了亚历山大的姐妹、阿敏塔斯之女吉盖娅,她为布巴雷斯生下了那个居住在亚细亚的阿敏塔斯,此人继承了外祖父的名字,国王将弗里吉亚的一座大城阿拉班达赐予他去领有);另一方面也是因为马尔多尼乌斯获悉亚历山大既是雅典人的“邦交保护人”(proxenos),又是他们的“恩人”(benefactor),所以才派他去。
§8.136.2τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε μάλιστα προσκτήσεσθαι, λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον, τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο.
因为他认为这样最能把雅典人争取到自己这一边,他听说雅典人是一支人数众多且英勇强悍的民族,而且他深知,在海上降临到波斯人身上的那些灾难,主要是由雅典人造成的。
§8.136.3τούτων δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης κρατήσειν, τά περ ἂν καὶ ἦν, πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέσσων, οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔσεσθαι τῶν Ἑλληνικῶν.
如果能把他们争取过来,他满心指望能轻易地称霸海上(事实也确会如此),而他认为自己在陆地上要强大得多;因此他计算着,自己的势态将会压倒希腊人。
τάχα δʼ ἂν καὶ τὰ χρηστήρια ταῦτά οἱ προλέγοι, συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι· τοῖσι δὴ πειθόμενος ἔπεμπε.
或许,这些神谕也正在向他预示这一点,建议他将雅典人纳为盟友;他正是顺从了这些神谕,才派遣了使者。