§8.132.1ὡς δὲ παρεγένοντο ἐς τὴν Αἴγιναν πᾶσαι αἱ νέες, ἀπίκοντο Ἰώνων ἄγγελοι ἐς τὸ στρατόπεδον τῶν Ἑλλήνων, οἳ καὶ ἐς Σπάρτην ὀλίγῳ πρότερον τούτων ἀπικόμενοι ἐδέοντο Λακεδαιμονίων ἐλευθεροῦν τὴν Ἰωνίην·
当所有的船只在埃吉纳集结完毕,爱奥尼亚人的使者来到了希腊人的军营。 这些人在不久前也曾前往斯巴达,请求拉刻代蒙人解放爱奥尼亚。
§8.132.2τῶν καὶ Ἡρόδοτος ὁ Βασιληίδεω ἦν·
在他们之中也有巴西里伊德斯之子希罗多德。
οἳ στασιῶται σφίσι γενόμενοι ἐπεβούλευον θάνατον Στράττι τῷ Χίου τυράννῳ, ἐόντες ἀρχὴν ἑπτά·
这些人彼此结为同党,阴谋刺杀基奥斯的僭主斯特拉蒂斯,最初他们共有七人。
ἐπιβουλεύοντες δὲ ὡς φανεροὶ ἐγένοντο, ἐξενείκαντος τὴν ἐπιχείρησιν ἑνὸς τῶν μετεχόντων, οὕτω δὴ οἱ λοιποὶ ἓξ ἐόντες ὑπεξέσχον ἐκ τῆς Χίου καὶ ἐς Σπάρτην τε ἀπίκοντο καὶ δὴ καὶ τότε ἐς τὴν Αἴγιναν, τῶν Ἑλλήνων δεόμενοι καταπλῶσαι ἐς τὴν Ἰωνίην·
但在密谋过程中,由于参与者中的一人泄露了这一行动,事情败露了。 于是剩下的六人逃离了基奥斯,来到了斯巴达,并在此时来到了埃吉纳,恳求希腊人航行到爱奥尼亚。
οἳ προήγαγον αὐτοὺς μόγις μέχρι Δήλου.
但希腊人极其勉强地只把他们带到了德洛斯岛。
§8.132.3τὸ γὰρ προσωτέρω πᾶν δεινὸν ἦν τοῖσι Ἕλλησι οὔτε τῶν χώρων ἐοῦσι ἐμπείροισι, στρατιῆς τε πάντα πλέα ἐδόκεε εἶναι, τὴν δὲ Σάμον ἐπιστέατο δόξῃ καὶ Ἡρακλέας στήλας ἴσον ἀπέχειν.
因为对希腊人来说,再往前的一切都显得十分可怕,他们不熟悉那些地方,且觉得到处都充满了敌军;他们甚至凭空想象,以为萨摩斯岛和赫拉克勒斯之柱一样遥远。
συνέπιπτε δὲ τοιοῦτο ὥστε τοὺς μὲν βαρβάρους τὸ πρὸς ἑσπέρης ἀνωτέρω Σάμου μὴ τολμᾶν καταπλῶσαι καταρρωδηκότας, τοὺς δὲ Ἕλληνας, χρηιζόντων Χίων, τὸ πρὸς τὴν ἠῶ κατωτέρω Δήλου·
因此情况便成了:蛮族因恐惧而不敢向萨摩斯以西航行,而希腊人尽管有基奥斯人的请求,也同样不敢向德洛斯以东航行。
οὕτω δέος τὸ μέσον ἐφύλασσε σφέων.
就这样,恐惧防守着他们之间的中间地带。