§8.133.1οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον, Μαρδόνιος δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε.
且说希腊人向德洛斯岛航行,而马尔多尼乌斯则在色萨利一带越冬。
ἐνθεῦτεν δὲ ὁρμώμενος ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωπέα γένος, τῷ οὔνομα ἦν Μῦς, ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν, τῶν οἷά τε ἦν σφι ἀποπειρήσασθαι.
他以此地为基地,派出了一个出生于欧罗波斯、名叫米斯的人去巡访各处神谕所,命令他凡是他们有可能前去探询的神谕所,都要去求问神谕。
ὅ τι μὲν βουλόμενος ἐκμαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο, οὐκ ἔχω φράσαι· οὐ γὰρ ὦν λέγεται·
他究竟是希望从神谕中了解到什么才下达这些命令的,我无法说明,因为对此并无记载。
δοκέω δʼ ἔγωγε περὶ τῶν παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι.
但我个人认为,他派人前去是为了当前的局势,而非为了其他事情。