§8.131.1τοὺς δὲ Ἕλληνας τό τε ἔαρ γινόμενον ἤγειρε καὶ Μαρδόνιος ἐν Θεσσαλίῃ ἐών.
至于希腊人,春天的到来以及在色萨利的马尔多尼奥斯唤醒了他们。
ὁ μὲν δὴ πεζὸς οὔκω συνελέγετο, ὁ δὲ ναυτικὸς ἀπίκετο ἐς Αἴγιναν, νέες ἀριθμὸν δέκα καὶ ἑκατόν.
他们的陆军尚未集结,但海军已经抵达埃吉纳,数量为一百一十艘。
§8.131.2στρατηγὸς δὲ καὶ ναύαρχος ἦν Λευτυχίδης ὁ Μενάρεος τοῦ Ἡγησίλεω τοῦ Ἱπποκρατίδεω τοῦ Λευτυχίδεω τοῦ Ἀναξίλεω τοῦ Ἀρχιδήμου τοῦ Ἀναξανδρίδεω τοῦ Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλεω τοῦ Εὐνόμου τοῦ Πολυδέκτεω τοῦ Πρυτάνιος τοῦ Εὐρυφῶντος τοῦ Προκλέος τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέος, ἐὼν τῆς ἑτέρης οἰκίης τῶν βασιλέων.
将军兼海军统帅是属于另一王室支系的、梅纳雷斯之子留提希德斯。 他是赫格西劳斯之子、希波克拉蒂德斯之子、留提希德斯之子、阿纳克西劳斯之子、阿基达穆斯之子、阿纳克桑德里德斯之子、狄奥蓬波斯之子、尼坎德之子、哈里劳斯之子、欧诺穆斯之子、波吕得克特斯之子、普里塔尼斯之子、欧里丰之子、普罗克莱斯之子、阿里斯托德穆斯之子、阿里斯托马科斯之子、克莱奥代乌斯之子、许罗斯之子、赫拉克勒斯之子。
§8.131.3οὗτοι πάντες, πλὴν τῶν ἑπτὰ τῶν μετὰ Λευτυχίδεα πρώτων καταλεχθέντων, οἱ ἄλλοι βασιλέες ἐγένοντο Σπάρτης.
除了在留提希德斯之后首先列出的七人之外,其余的人都是斯巴达的国王。
Ἀθηναίων δὲ ἐστρατήγεε Ξάνθιππος ὁ Ἀρίφρονος.
而雅典人的将军则是阿里夫龙之子克桑提普斯。