§8.130.1ὁ δὲ ναυτικὸς ὁ Ξέρξεω περιγενόμενος ὡς προσέμιξε τῇ Ἀσίῃ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὴν ἐκ Χερσονήσου διεπόρθμευσε ἐς Ἄβυδον, ἐχειμέριζε ἐν Κύμῃ.
薛西斯那支幸存的海军,在从萨拉米斯逃往亚洲并把国王和军队从赫尔松涅斯渡运到阿卑多斯之后,便在库墨过冬。
ἔαρος δὲ ἐπιλάμψαντος πρώιος συνελέγετο ἐς Σάμον· αἳ δὲ τῶν νεῶν καὶ ἐχειμέρισαν αὐτοῦ·
但春天一早到来,他们就聚集到萨摩斯;有些船只甚至就在那里过冬。
Περσέων δὲ καὶ Μήδων οἱ πλεῦνες ἐπεβάτευον.
船上的海兵大多数是波斯人和米底人。
§8.130.2στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρδόντης τε ὁ Βαγαίου καὶ Ἀρταΰντης ὁ Ἀρταχαίεω· συνῆρχε δὲ τούτοισι καὶ ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου Ἰθαμίτρης.
来到他们这里的将军是巴盖乌斯之子马尔东特斯和阿尔塔卡埃斯之子阿尔塔云特斯;此外,阿尔塔云特斯选为同僚的他的侄子伊塔米特雷斯也与他们共同掌权。
ἅτε δὲ μεγάλως πληγέντες, οὐ προήισαν ἀνωτέρω τὸ πρὸς ἑσπέρης, οὐδʼ ἐπηνάγκαζε οὐδείς, ἀλλʼ ἐν τῇ Σάμῳ κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ, νέας ἔχοντες σὺν τῇσι Ἰάσι τριηκοσίας.
由于遭受了沉重的打击,他们没有再向西前进,也没有人强迫他们这样做,而是停留在萨摩斯,拥有包括伊奥尼亚船只在内的三百艘战船,提防着伊奥尼亚发生叛乱。
§8.130.3οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλʼ ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν, σταθμεύμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν φεύγοντας ἐκ Σαλαμῖνος ἀλλʼ ἄσμενοι ἀπαλλάσσοντο.
而且,他们绝不指望希腊人会来到伊奥尼亚,反而认为希腊人只要防守好自己的领土就足够了,这是因为他们推测,当他们从萨拉米斯逃跑时,希腊人并没有追击,而是高兴地撤走了。
κατὰ μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ, πεζῇ δὲ ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον.
因此,在海上他们已经在斗志上被击败,但在陆地上,他们认为马尔多尼奥斯会大获全胜。
§8.130.4ἐόντες δὲ ἐν Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺς πολεμίους ποιέειν, ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ Μαρδονίου πρήγματα.
在萨摩斯期间,他们一方面商议是否能给敌人造成某种伤害,另一方面也密切打探马尔多尼奥斯的局势会如何发展。