§8.129.1ὃ μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάιστος ἐγεγόνεε·
他确实就是以这样的方式败露的。
Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες, γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν.
而在阿尔塔巴佐斯进行包围的第三个月,海水发生了一次退潮,规模宏大且持续了很长时间。
ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην.
野蛮人看到露出了浅滩,便开始渡海进入帕勒涅。
§8.129.2ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν, ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν, τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν τῇ Παλλήνῃ, ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη, ὅση οὐδαμά κω, ὡς οἱ ἐπιχώριοι λέγουσι, πολλάκις γινομένη.
当他们已经走过了五分之二的路程,还剩下五分之三(要进入帕勒涅内部就必须渡过这部分)时,海水突然涨起了大潮,据当地人说,虽然潮汐经常发生,但从未有过如此巨大的潮水。
οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο, τοὺς δὲ ἐπισταμένους οἱ Ποτιδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν.
他们当中不会游泳的人便淹死了,而那些会游泳的人,则被波提亚亚人驾船上前消灭了。
§8.129.3αἴτιον δὲ λέγουσι Ποτιδαιῆται τῆς τε ῥηχίης καὶ τῆς πλημμυρίδος καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε, ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστείῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης·
波提亚亚人说,这次退潮、涨潮以及波斯人所遭遇灾难的原因在于:这些被海水吞噬的波斯人,曾对郊外的波塞冬神庙和神像犯下了不敬之罪。
αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι.
在我看来,他们说这就是原因,是很有道理的。
τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον.
阿尔塔巴佐斯带领幸存者回到色萨利,投奔马尔多尼奥斯。
οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν.
那些护送国王的人,其结局便是如此。