§8.13.1καὶ τούτοισι μὲν τοιαύτη ἡ νὺξ ἐγίνετο, τοῖσι δὲ ταχθεῖσι αὐτῶν περιπλέειν Εὔβοιαν ἡ αὐτή περ ἐοῦσα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη, τοσούτω ὅσῳ ἐν πελάγεϊ φερομένοισι ἐπέπιπτε, καὶ τὸ τέλος σφι ἐγίνετο ἄχαρι.
对这些人来说,夜里情况如此;但对他们之中被命令绕航尤波亚岛的人来说,这虽然是完全相同的夜晚,却还要狂暴得多,因为当风暴袭击他们时,他们正漂流在公海上,他们的结局是悲惨的。
ὡς γὰρ δὴ πλέουσι αὐτοῖσι χειμών τε καὶ τὸ ὕδωρ ἐπεγίνετο ἐοῦσι κατὰ τὰ Κοῖλα τῆς Εὐβοίης, φερόμενοι τῷ πνεύματι καὶ οὐκ εἰδότες τῇ ἐφέροντο ἐξέπιπτον πρὸς τὰς πέτρας·
因为,正当他们航行并处于尤波亚的“凹地”一带时,风暴和暴雨袭击了他们;他们被风裹挟着,不知道自己被带往何处,结果被冲上了礁石。
ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκως ἂν ἐξισωθείη τῷ Ἑλληνικῷ τὸ Περσικὸν μηδὲ πολλῷ πλέον εἴη.
神做了一切,为的是使波斯的兵力与希腊的兵力相当,不再占有绝对优势。