§8.12.1ὡς δὲ εὐφρόνη ἐγεγόνεε, ἦν μὲν τῆς ὥρης μέσον θέρος, ἐγίνετο δὲ ὕδωρ τε ἄπλετον διὰ πάσης τῆς νυκτὸς καὶ σκληραὶ βρονταὶ ἀπὸ τοῦ Πηλίου· οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφέποντο ἐς τὰς Ἀφέτας, καὶ περί τε τὰς πρῴρας τῶν νεῶν εἱλέοντο καὶ ἐτάρασσον τοὺς ταρσοὺς τῶν κωπέων.
夜幕降临时,时值盛夏,整夜却下起暴雨,从皮立翁山传来剧烈的雷鸣;尸体和船只残骸被冲到了阿斐泰,聚集在船首周围,并缠绕阻碍着桨叶。
§8.12.2οἱ δὲ στρατιῶται οἱ ταύτῃ ἀκούοντες ταῦτα ἐς φόβον κατιστέατο, ἐλπίζοντες πάγχυ ἀπολέεσθαι ἐς οἷα κακὰ ἧκον.
那里的士兵们听到这些,陷入了极大的恐慌中,考虑到自己所陷入的重重灾难,心想他们必将彻底毁灭。
πρὶν γὰρ ἢ καὶ ἀναπνεῦσαι σφέας ἔκ τε τῆς ναυηγίης καὶ τοῦ χειμῶνος τοῦ γενομένου κατὰ Πήλιον, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆς ναυμαχίης ὄμβρος τε λάβρος καὶ ῥεύματα ἰσχυρὰ ἐς θάλασσαν ὁρμημένα βρονταί τε σκληραί.
因为,还没等他们从在皮立翁山一带遭遇的船难和风暴中缓过气来,一场惨烈的海战就袭击了他们,而在海战之后,又是倾盆大雨、奔流入海的滚滚洪流以及剧烈的雷鸣。