§8.124.1οὐ βουλομένων δὲ ταῦτα κρίνειν τῶν Ἑλλήνων φθόνῳ, ἀλλʼ ἀποπλεόντων ἑκάστων ἐς τὴν ἑωυτῶν ἀκρίτων, ὅμως Θεμιστοκλέης ἐβώσθη τε καὶ ἐδοξώθη εἶναι ἀνὴρ πολλὸν Ἑλλήνων σοφώτατος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα.
然而,由于希腊人出于嫉妒而不愿对此做出裁决,而是各自在未作决定的情况下乘船返回了自己的国土,尽管如此,地米斯托克利在整个希腊依然声名远扬,被公认为希腊人中首屈一指的智者。
§8.124.2ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη πρὸς τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων, αὐτίκα μετὰ ταῦτα ἐς Λακεδαίμονα ἀπίκετο θέλων τιμηθῆναι·
由于他虽为胜利者,却没有得到在萨拉米斯参加海战者的表彰,于是在此之后,他便立即前往拉刻代蒙,希望获得荣誉。
καὶ μιν Λακεδαιμόνιοι καλῶς μὲν ὑπεδέξαντο, μεγάλως δὲ ἐτίμησαν.
拉刻代蒙人不仅热情地接待了他,还给予了他极大的荣誉。
ἀριστήια μέν νυν ἔδοσαν Εὐρυβιάδῃ ἐλαίης στέφανον, σοφίης δὲ καὶ δεξιότητος Θεμιστοκλέι καὶ τούτῳ στέφανον ἐλαίης· ἐδωρήσαντό τέ μιν ὄχῳ τῷ ἐν Σπάρτῃ καλλιστεύσαντι.
他们将武勇的奖赏——一顶橄榄枝王冠——授予了欧里比亚德斯,而将智慧与机敏的奖赏,同样是一顶橄榄枝王冠,授予了地米斯托克利;此外,他们还赠送给他一辆斯巴达最美丽的战车。
§8.124.3αἰνέσαντες δὲ πολλά, προέπεμψαν ἀπιόντα τριηκόσιοι Σπαρτιητέων λογάδες, οὗτοι οἵ περ ἱππέες καλέονται, μέχρι οὔρων τῶν Τεγεητικῶν.
在对他大加赞赏之后,当他启程离开时,有三百名斯巴达精选的青年——即被称为“骑士”的那些人——一直护送他到特格亚的边境。
μοῦνον δὴ τοῦτον πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Σπαρτιῆται προέπεμψαν.
在我们所知道的所有人中,斯巴达人护送过的确实只有他这唯一的一位。