§8.123.1μετὰ δὲ τὴν διαίρεσιν τῆς ληίης ἔπλεον οἱ Ἕλληνες ἐς τὸν Ἰσθμὸν ἀριστήια δώσοντες τῷ ἀξιωτάτῳ γενομένῳ Ἑλλήνων ἀνὰ τὸν πόλεμον τοῦτον.
在分配完战利品之后,希腊人乘船前往地峡,准备将殊勋奖授予在这场战争中所有希腊人里最立功勋的人。
§8.123.2ὡς δὲ ἀπικόμενοι οἱ στρατηγοὶ διένεμον τὰς ψήφους ἐπὶ τοῦ Ποσειδέωνος τῷ βωμῷ, τὸν πρῶτον καὶ τὸν δεύτερον κρίνοντες ἐκ πάντων, ἐνθαῦτα πᾶς τις αὐτῶν ἑωυτῷ ἐτίθετο τὴν ψῆφον, αὐτὸς ἕκαστος δοκέων ἄριστος γενέσθαι, δεύτερα δὲ οἱ πολλοὶ συνεξέπιπτον Θεμιστοκλέα κρίνοντες.
当将领们抵达并在波塞冬的祭坛前分发选票、以在所有人中评选出第一名和第二名时,在那时,他们中的每一个人都把选票投给了自己,每个人都认为自己才是最优秀的;但在第二名的选择上,大多数人的意见一致,都评选了地米斯托克利。
οἳ μὲν δὴ ἐμουνοῦντο, Θεμιστοκλέης δὲ δευτερείοισι ὑπερεβάλλετο πολλόν.
因此,虽然其他人在第一名上各自只有一票而陷入孤立,地米斯托克利却在第二名上以绝对优势胜出。