§8.118.1ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος, ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπʼ Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτράπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον, αὐτὸς δʼ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην.
此外,还有另外一种说法:当薛西斯从雅典撤退抵达斯特里蒙河畔的埃翁时,他便不再走陆路,而是将军队托付给许达尔内斯带回赫勒斯滂,他自己则登上一艘腓尼基船,走海路前往亚洲。
§8.118.2πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην.
在他航行期间,一阵来自斯特里蒙的强风和大浪袭击了他们。
καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι γεμούσης τῆς νεός, ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων, ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἐστί σφι σωτηρίη,
而且,因为船只满载,所以受风暴颠簸得更加厉害,加之甲板上还有许多与薛西斯同行的波斯人,于是,陷入恐慌之中的国王大声呼喊舵手,问他们是否还有什么获救的希望。
§8.118.3καὶ τὸν εἶπαι
δέσποτα, οὐκ ἔστι οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων.
舵手回答说: “主人啊,毫无办法,除非清除这些众多的乘船者。
καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν
ἄνδρες Πέρσαι, νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ σωτηρίη.
” 据说薛西斯听到这话后说道: “波斯男子汉们,现在是你们有人展现对国王关切的时候了;因为看来我的安全就寄托在你们身上了。
§8.118.4τὸν μὲν ταῦτα λέγειν, τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν, καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην.
” 他这样说了,而他们则在行顶礼之后,纷纷跳入海中,而船只因减轻了重量,就这样安全抵达了亚洲。
ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην, ποιῆσαι τοιόνδε· ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν, δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην, ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε, ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ.
薛西斯一登岸,便做了这样一件事:因为舵手救了国王的性命,他便赐予他一顶金王冠;但因为他使许多波斯人丧生,又砍掉了他的头颅。