§8.118.1ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος, ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπʼ Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτράπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον, αὐτὸς δʼ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην.
There is also another story told, that when Xerxes, retreating from Athens, arrived at Eion on the Strymon, from there he no longer made his journey by land, but entrusted the army to Hydarnes to lead back to the Hellespont, while he himself embarked on a Phoenician ship and was carried to Asia.
§8.118.2πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην.
While he was sailing, a great Strymonian wind and a heavy sea overtook him.
καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι γεμούσης τῆς νεός, ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων, ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἐστί σφι σωτηρίη,
And indeed, because the ship was heavily laden, it was tossed by the storm all the more, so that since there were many Persians on the deck who were traveling with Xerxes, the king, falling into terror there, called out to the helmsman and asked if there was any way of safety for them.
§8.118.3καὶ τὸν εἶπαι
δέσποτα, οὐκ ἔστι οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων. καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν
ἄνδρες Πέρσαι, νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ σωτηρίη. §8.118.4τὸν μὲν ταῦτα λέγειν, τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν, καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην.
And the helmsman said, "Master, there is none, unless there is some riddance of these many passengers." And it is said that Xerxes, on hearing this, said, "Persian men, let someone among you now show his care for the king; for it seems that my safety lies in you." He said this, and they, having prostrated themselves, leapt into the sea, and the ship, being lightened, thus indeed escaped safely to Asia.
ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην, ποιῆσαι τοιόνδε· ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν, δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην, ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε, ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ.
As soon as Xerxes stepped ashore, he did as follows: because the helmsman had saved the life of the king, he rewarded him with a golden crown, but because he had caused the death of many Persians, he cut off his head.