§8.117.1καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν ἔλαβον, οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον, ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι νηυσὶ διέβησαν ἐς Ἄβυδον· τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι ἐντεταμένας ἀλλʼ ὑπὸ χειμῶνος διαλελυμένας.
那些人得到了这样的报应,而波斯人从色雷斯一路行军抵达渡口,因行色匆匆,便乘船渡过赫勒斯滂,抵达阿比多斯;因为他们发现舟桥已不再架设,而是被风暴摧毁了。
§8.117.2ἐνθαῦτα δὲ κατεχόμενοι σιτία τε πλέω ἢ κατʼ ὁδὸν ἐλάγχανον, καὶ οὐδένα τε κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνησκον τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί.
他们在彼处滞留,得到了比在旅途中更为充足的粮食,由于毫无节制地饱食,加之饮水改变,存活下来的军队中有许多人死去了。
οἱ δὲ λοιποὶ ἅμα Ξέρξη ἀπικνέονται ἐς Σάρδις.
其余的人则随同薛西斯抵达了萨迪斯。