Humanitext Reader

希罗多德 · 历史 §8.113.1-8.113.3

马尔多尼乌斯在色萨利选拔精锐与冬营

第 1421 段,共 1577 段 · 希腊语

内容简介

薛西斯撤军至波奥提亚,而马尔多尼乌斯决定护送国王并在色萨利过冬,以备来春进攻伯罗奔尼撒,为此他选拔了一支由三十万精兵组成的军队。

§8.113.1οἱ δʼ ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν.
薛西斯及其随从在海战后停留了几天,便沿着原路向波奥提亚进发。
ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα, ἅμα δὲ ἀνωρίη εἶναι τοῦ ἔτεος πολεμέειν, χειμερίσαι τε ἄμεινον εἶναι ἐν Θεσσαλίῃ, καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶσθαι τῆς Πελοποννήσου.
因为在马尔多尼乌斯看来,一方面护送国王,另一方面在此季节进行战争已是不合时宜,且在色萨利过冬更为妥当,然后等到次年春季,再尝试进攻伯罗奔尼撒,这才是上策。
§8.113.2ὡς δὲ ἀπίκατο ἐς τὴν Θεσσαλίην, ἐνθαῦτα Μαρδόνιος ἐξελέγετο πρώτους μὲν τοὺς Πέρσας πάντας τοὺς ἀθανάτους καλεομένους, πλὴν Ὑδάρνεος τοῦ στρατηγοῦ (οὗτος γὰρ οὐκ ἔφη λείψεσθαι βασιλέος), μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺς θωρηκοφόρους καὶ τὴν ἵππον τὴν χιλίην, καὶ Μήδους τε καὶ Σάκας καὶ Βακτρίους τε καὶ Ἰνδούς, καὶ τὸν πεζὸν καὶ τὴν ἄλλην ἵππον.
当他们到达色萨利时,马尔多尼乌斯在那里开始进行挑选:首先是所有被称为“不死军”的波斯人,只有他们的将军许达尔内斯除外(因为他说他决不愿离开国王留下来);其次是其他波斯人中身穿铠甲的士兵以及那一千名骑兵;此外还有米底人、塞克人、巴克特里亚人和印度人,包括他们的步兵和其余的骑兵。
§8.113.3ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο, ἐκ δὲ τῶν ἄλλων συμμάχων ἐξελέγετο κατʼ ὀλίγους, τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων καὶ εἰ τεοῖσι τι χρηστὸν συνῄδεε πεποιημένον·
这些民族他是整体选用的,而对于其他的同盟者,他则是零星挑选,甄选出那些体格健美,或者他所知曾立过某种战功的人。
ἓν δὲ πλεῖστον ἔθνος Πέρσας αἱρέετο, ἄνδρας στρεπτοφόρους τε καὶ ψελιοφόρους, ἐπὶ δὲ Μήδους·
他所选择的人数最多的单一民族是波斯人,这些人都戴着项圈和手镯;其次是米底人。
οὗτοι δὲ τὸ πλῆθος μὲν οὐκ ἐλάσσονες ἦσαν τῶν Περσέων, ῥώμῃ δὲ ἥσσονες.
米底人在人数上并不少于波斯人,但在力量上却有所不及。
ὥστε σύμπαντας τριήκοντα μυριάδας γενέσθαι σὺν ἱππεῦσι.
结果,包括骑兵在内,总人数达到了三十万。

词汇与语法注释

  1. §8.113.1ἔδοξε γὰρ Μαρδονίῳ — 动词 ἔδοξε 接有一系列并列的不定式短语作为其主语或补足语:主动不定式 προπέμψαι、带有非人称形容词的对格与不定式短语 ἀνωρίην εἶναι 和 ἄμεινον εἶναι,以及中动不定式 πειρᾶσθαι,它们共同表达了马尔多尼乌斯的决定和判断。
  2. §8.113.3τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων — 用作关系代词的与格复数指示代词 τοῖσι 引导着由分词 διαλέγων(甄选)支配的从句,意为“那些拥有健美体格的人”。这里的复数 εἴδεά εἴδεα 意为“外貌、体格”。
  3. §8.113.3εἰ τεοῖσι τι χρηστὸν συνῄδεε πεποιημένον — συνῄδεε 是 σύνοιδα 的单数第三人称过去完成时(主语为马尔多尼乌斯)。σύνοιδα +与格+分词的句式表示“(主语)知道某人做了某事”。τεοῖσι 是爱奥尼亚方言中的 τισί(与格复数)。整句意为“如果他知道有谁立下了某种功绩”。

引用这一段

希罗多德, 历史 §8.113.1-8.113.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.113.1-8.113.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。