Humanitext Reader

希罗多德 · 历史 §8.112.1-8.112.3

地米斯托克利向各岛勒索资金

第 1420 段,共 1577 段 · 希腊语

内容简介

在围攻安德罗斯期间,地米斯托克利瞒着其他将军,通过恐吓向卡里斯托斯和帕罗斯等岛民勒索巨款。帕罗斯由此免受攻击,但卡里斯托斯最终仍未能幸免于难。

§8.112.1οὗτοι μὲν δὴ ταῦτα ὑποκρινάμενοι καὶ οὐ δόντες τὰ χρήματα ἐπολιορκέοντο.
因此,他们作出了这样的回答,并且没有交出钱财,从而遭到围攻。
Θεμιστοκλέης δὲ, οὐ γὰρ ἐπαύετο πλεονεκτέων, ἐσπέμπων ἐς τὰς ἄλλας νήσους ἀπειλητηρίους λόγους αἴτεε χρήματα διὰ τῶν αὐτῶν ἀγγέλων, χρεώμενος τοῖσι καὶ πρὸς βασιλέα ἐχρήσατο, λέγων ὡς εἰ μὴ δώσουσι τὸ αἰτεόμενον, ἐπάξει τὴν στρατιὴν τῶν Ἑλλήνων καὶ πολιορκέων ἐξαιρήσει.
然而地米斯托克利并没有停止贪得无厌的索求,他派人前往其他岛屿送去恐吓的话,并通过他曾派去见国王的那些相同的使者勒索钱财,宣称如果他们不交出所要求的东西,他就会率领希腊人的军队前来,围攻并消灭他们。
§8.112.2λέγων ταῦτα συνέλεγε χρήματα μεγάλα παρὰ Καρυστίων τε καὶ Παρίων, οἳ πυνθανόμενοι τήν τε Ἄνδρον ὡς πολιορκέοιτο διότι ἐμήδισε, καὶ Θεμιστοκλέα ὡς εἴη ἐν αἴνῃ μεγίστῃ τῶν στρατηγῶν, δείσαντες ταῦτα ἔπεμπον χρήματα.
他以此说法,从卡里斯托斯人和帕罗斯人那里募集到了巨额钱财。 他们得知安德罗斯岛因投靠波斯而遭到围攻,也得知地米斯托克利在众将军中享有极高的声望,因为害怕这些,他们便送去了钱财。
εἰ δὲ δὴ τινὲς καὶ ἄλλοι ἔδοσαν νησιωτέων, οὐκ ἔχω εἰπεῖν, δοκέω δὲ τινὰς καὶ ἄλλους δοῦναι καὶ οὐ τούτους μούνους.
至于岛民中是否还有其他的人交了钱,我无法说明,但我认为确实还有其他人交了,而不仅仅是他们。
§8.112.3καίτοι Καρυστίοισί γε οὐδὲν τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο· Πάριοι δὲ Θεμιστοκλέα χρήμασι ἱλασάμενοι διέφυγον τὸ στράτευμα.
然而对于卡里斯托斯人来说,由于这[交钱]一举动,灾难并未得到任何延迟;而帕罗斯人则通过用金钱平息地米斯托克利的怒气,躲过了军队的攻击。
Θεμιστοκλέης μέν νυν ἐξ Ἄνδρου ὁρμώμενος χρήματα παρὰ νησιωτέων ἐκτᾶτο λάθρῃ τῶν ἄλλων στρατηγῶν.
此时,地米斯托克利以安德罗斯岛为据点,瞒着其他将军,私自向岛民们搜刮钱财。

词汇与语法注释

  1. §8.112.1χρεώμενος τοῖσι καὶ πρὸς βασιλέα ἐχρήσατο — 关系代词 `τοῖσι` 是爱奥尼亚方言中定冠词给格用作关系代词的例子,其先行词是前文的 `ἀγγέλων`。意为“采用那些他曾用来与国王谈判的[使者]”。
  2. §8.112.2τήν τε Ἄνδρον ὡς πολιορκέοιτο... καὶ Θεμιστοκλέα ὡς εἴη... — 这是一个先导(prolepsis)句式,宾语从句的主语(`τὴν Ἄνδρον` 和 `Θεμιστοκλέα`)被提前作为分词 `πυνθανόμενοι` 的直接宾语(宾格)。字面意思是“得知安德罗斯,它是如何被围攻的……以及地米斯托克利,他是如何……”。
  3. §8.112.3οὐδὲν τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο — 介词短语 `τούτου εἵνεκα`(因为这件事,即交纳钱财)插在了名词短语 `τοῦ κακοῦ ὑπερβολή`(灾难的推迟/避免)之间。`ὑπερβολή` 在此处意为“推迟、延期、宽限”,属格 `τοῦ κακοῦ` 修饰它。整句意为“对于卡里斯托斯人来说,由于这[交钱]一举动,灾难并未得到任何延迟”。

引用这一段

希罗多德, 历史 §8.112.1-8.112.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.112.1-8.112.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。