§8.114.1ἐν δὲ τούτῳ τῷ χρόνῳ, ἐν τῷ Μαρδόνιός τε τὴν στρατιὴν διέκρινε καὶ Ξέρξης ἦν περὶ Θεσσαλίην, χρηστήριον ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοισι, Ξέρξην αἰτέειν δίκας τοῦ Λεωνίδεω φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεσθαι.
在此期间,即马尔多尼乌斯挑选军队、薛西斯仍在色萨利一带时,德尔斐给拉刻代蒙人送来了一条神谕,让他们向薛西斯要求对列奥尼达之死进行偿还,并接受他所给予的一切。
πέμπουσι δὴ κήρυκα τὴν ταχίστην Σπαρτιῆται, ὃς ἐπειδὴ κατέλαβε ἐοῦσαν ἔτι πᾶσαν τὴν στρατιὴν ἐν Θεσσαλίῃ, ἐλθὼν ἐς ὄψιν τὴν Ξέρξεω ἔλεγε τάδε. §8.114.2ὦ βασιλεῦ Μήδων, Λακεδαιμόνιοί τέ σε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Σπάρτης αἰτέουσι φόνου δίκας, ὅτι σφέων τὸν βασιλέα ἀπέκτεινας ῥυόμενον τὴν Ἑλλάδα.
于是,斯巴达人立即派出一名使者。 当他追上仍滞留在色萨利的全体军队时,便来到薛西斯面前,如此说道: “米底人的国王啊,拉刻代蒙人以及斯巴达的赫拉克勒斯后裔向你要求对杀戮进行偿还,因为你杀害了他们那正在保卫希腊的国王。
ὁ δὲ γελάσας τε καὶ κατασχὼν πολλὸν χρόνον, ὥς οἱ ἐτύγχανε παρεστεὼς Μαρδόνιος, δεικνὺς ἐς τοῦτον εἶπε
τοιγὰρ σφι Μαρδόνιος ὅδε δίκας δώσει τοιαύτας οἵας ἐκείνοισι πρέπει.
” 薛西斯听后大笑,并沉默了很久;接着,由于马尔多尼乌斯恰好站在他的身旁,他指着此人说道: “因此,这边的马尔多尼乌斯将给他们以配得上他们的偿还。 ”