§8.100.1καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γενόμενον, μέχρι οὗ Ξέρξης αὐτός σφεας ἀπικόμενος ἔπαυσε.
在苏萨的波斯人中,这些事情一直在持续,直到薛西斯本人抵达并阻止了他们。
Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον, ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων, φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι ἢ κατεργάσασθαι τὴν Ἑλλάδα ἢ αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα· πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσασθαι τὴν Ἑλλάδα·
与此同时,马尔多尼乌斯看到薛西斯将海战视作巨大的灾难,并怀疑他正计划从雅典撤退。 他在心中暗自思量,因为自己曾说服国王对希腊用兵,他将会为此受到惩罚,而对他来说,冒险去征服希腊,或者在为伟大的目标奋斗时体面地结束生命,才是更好的选择;然而,他的意图更倾向于征服希腊。
λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον τόνδε.
因此,在权衡了这些事情之后,他向国王提出了如下建议。
§8.100.2δέσποτα, μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος.
“主公,请不要为这件已经发生的事而忧伤,也不要把它当成什么大灾难。
οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν, ἀλλʼ ἀνδρῶν τε καὶ ἵππων.
因为决定我们成败的斗争不是靠木材(船只),而是靠人和马。
σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτʼ ἐκ τῆς ἠπείρου τῆσδε· οἵ τε ἡμῖν ἠντιώθησαν, ἔδοσαν δίκας.
在那些现在自以为已经大获全胜的人中,没有人敢从船上登陆来对抗您,也不会有任何来自这片大陆的人敢这样做;而那些曾对抗我们的人,已经付出了代价。
§8.100.3εἰ μέν νυν δοκέει, αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου· εἰ δὲ καὶ δοκέει ἐπισχεῖν, παρέχει ποιέειν ταῦτα.
因此,如果您认为合适,我们现在就立即进攻伯罗奔尼撒;如果您认为应当等待,也可以这样做。
μηδὲ δυσθύμεε· οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους.
请不要灰心,因为希腊人绝对无法逃脱为他们现在和过去所做的事承担责任,并成为您的奴隶的命运。
μάλιστα μέν νυν ταῦτα ποίεε· εἰ δʼ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν.
您务必这样做;但如果您已经决定亲自撤退并带领军队回去,那么在此情况下,我还有另一个计划。
§8.100.4σὺ Πέρσας, βασιλεῦ, μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι· οὐδὲ γὰρ ἐν Πέρσῃσί τοί τι δεδήληται τῶν πρηγμάτων, οὐδʼ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί.
王啊,请不要让波斯人成为希腊人的笑柄;因为波斯人并没有让任何事情败坏,您也无法指出我们在哪里表现得像个懦夫。
εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο, οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος.
如果腓尼基人、埃及人、塞浦路斯人和基利家人表现懦弱,这笔账绝不能算在波斯人身上。
§8.100.5ἤδη ὦν, ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοι ἐισί, ἐμοὶ πείθεο· εἴ τοι δέδοκται μὴ παραμένειν, σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν, ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην, τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον.
因此,既然波斯人并无过错,请听从我的劝告:如果您已决定不留在这里,那么您就亲自带领大部分军队撤回您的国土,而我的职责则是从大军中挑选出三十万人,为您奉上被奴役的希腊。 ”