§8.100.1καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γενόμενον, μέχρι οὗ Ξέρξης αὐτός σφεας ἀπικόμενος ἔπαυσε.
そして、スサのペルシア人の間では、クセルクセス自身が到着して彼らを止めさせるまでの間、ずっとこれらのことが続いていた。
Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον, ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων, φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι ἢ κατεργάσασθαι τὴν Ἑλλάδα ἢ αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα·
一方、マルドニオスは、クセルクセスが海戦の結果を大いなる災難と受け止めているのを目にし、また彼がアテナイからの退却を企てているのではないかと疑っていた。 彼は、王を説得してギリシアに遠征させたために自分が罰を受けることになるのではないかと心の中で考え、また、危険を冒してギリシアを征服するか、あるいは大いなる目的のために身を挺して見事に生涯を終えることの方が、自分にとってより良いことであると考えた。
πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσασθαι τὴν Ἑλλάδα·
しかし、彼の意向は、ギリシアを征服する方に傾いていた。
λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον τόνδε.
それゆえ、これらのことを考慮した上で、彼は次のような言葉を王に申し出た。
§8.100.2δέσποτα, μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος.
「わが主よ、このたび起こった出来事のために、悲しんだり、いかなる大きな災難とも思われませんよう。
οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν, ἀλλʼ ἀνδρῶν τε καὶ ἵππων.
なぜなら、我々にとって勝敗を決定づけるものは、船の木材ではなく、人間と馬だからです。
σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτʼ ἐκ τῆς ἠπείρου τῆσδε·
あなたに対して、すでに全勝したと自惚れている者たちのうち、船から上陸して対抗しようとする者もいなければ、この大陸から対抗しようとする者もいないでしょう。
οἵ τε ἡμῖν ἠντιώθησαν, ἔδοσαν δίκας.
我々に対抗した者たちは、すでに罰を受けました。
§8.100.3εἰ μέν νυν δοκέει, αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου·
それゆえ、もしお望みなら、ただちにペロポネソスに挑みましょう。
εἰ δὲ καὶ δοκέει ἐπισχεῖν, παρέχει ποιέειν ταῦτα.
もし様子を見るのがよいとお考えなら、そうすることも可能です。
μηδὲ δυσθύμεε·
弱気になられないでください。
οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους.
ギリシア人にとって、今および以前に行ったことの責任を取り、あなたの奴隷となることから逃れる道は、全く残されていないのですから。
μάλιστα μέν νυν ταῦτα ποίεε·
何よりもまずこのように(遠征を継続)なさってください。
εἰ δʼ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν.
しかし、もしあなたご自身が撤退して軍を率いて戻ることを決意されているなら、私にはこれらを踏まえた別の策があります。
§8.100.4σὺ Πέρσας, βασιλεῦ, μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι·
王よ、ペルシア人がギリシア人の笑いものになるようなことはなさらないでください。
οὐδὲ γὰρ ἐν Πέρσῃσί τοί τι δεδήληται τῶν πρηγμάτων, οὐδʼ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί.
なぜなら、ペルシア人の側には何の失敗も現れていませんし、我々が臆病者として振る舞った場所など、おっしゃることはできないでしょうから。
εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο, οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος.
もしフェニキア人、エジプト人、キプロス人、キリキア人が臆病であったとしても、この災難はペルシア人にはまったく関係のないことです。
§8.100.5ἤδη ὦν, ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοι ἐισί, ἐμοὶ πείθεο·
それゆえ今や、ペルシア人があなたの(敗北の)原因ではない以上、私の言うことをお聞きください。
εἴ τοι δέδοκται μὴ παραμένειν, σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν, ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην, τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον.
もしここに留まらないと決めておられるなら、あなたご自身は軍の大部分を率いて故郷へと撤退なさってください。 そして私には、軍から三十万人を選び抜き、ギリシアを征服してあなたに差し出す役目をお与えください。 」