§8.101.1ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ ἥσθη, πρὸς Μαρδόνιόν τε βουλευσάμενος ἔφη ὑποκρινέεσθαι ὁκότερον ποιήσει τούτων.
薛西斯听了这番话,在身处困境之后显得格外高兴和满意。 在与马尔多尼乌斯商议之后,他表示将答复他会采取这两者中的哪一个行动。
ὡς δὲ ἐβουλεύετο ἅμα Περσέων τοῖσι ἐπικλήτοισι, ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐς συμβουλίην μεταπέμψασθαι, ὅτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ ποιητέα ἦν.
当他与被召集的波斯重臣们一同商议时,他认为也应该把阿尔特米西娅召来咨询,因为在之前的情况下,似乎只有她一个人理解该做什么。
§8.101.2ὡς δὲ ἀπίκετο ἡ Ἀρτεμισίη, μεταστησάμενος τοὺς ἄλλους τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυφόρους, ἔλεξε Ξέρξης τάδε. κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ πειρᾶσαι τῆς Πελοποννήσου, λέγων ὥς μοι Πέρσαι τε καὶ ὁ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεος εἰσί, ἀλλὰ βουλομένοισί σφι γένοιτʼ ἂν ἀπόδεξις.
阿尔特米西娅到来后,薛西斯屏退了波斯重臣和卫兵等其余所有人,并说道: “马尔多尼乌斯劝我留在这里,对伯罗奔尼撒发起进攻,他说波斯人和陆军对我们的灾难不负有任何共同责任,而且只要他们愿意,他们就能证明自己的实力。
§8.101.3ἐμὲ ὦν ἢ ταῦτα κελεύει ποιέειν, ἢ αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξάμενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα δεδουλωμένην, αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ λοιπῷ στρατῷ ἐς ἤθεα τὰ ἐμά.
因此,他要么是劝我这样做,要么是他自己愿意从大军中挑选三十万人,为我奉上被奴役的希腊,而劝我本人带着其余的军队撤回我自己的国土。
§8.101.4σὺ ὦν ἐμοί, καὶ γὰρ περὶ τῆς ναυμαχίης εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ἐῶσα ποιέεσθαι, νῦν τε συμβούλευσον ὁκότερα ποιέων ἐπιτύχω εὖ βουλευσάμενος.
因此,请你——因为在之前发生的海战中,你曾阻止我参战并给了我很好的建议——现在也给我提出建议,我应该采取这两者中的哪一个行动,才能在审慎决策后获得成功。 ”