§8.99.1ἡ μὲν δὴ πρώτη ἐς Σοῦσα ἀγγελίη ἀπικομένη, ὡς ἔχοι Ἀθήνας Ξέρξης, ἔτερψε οὕτω δή τι Περσέων τοὺς ὑπολειφθέντας ὡς τάς τε ὁδοὺς μυρσίνῃ πάσας ἐστόρεσαν καὶ ἐθυμίων θυμιήματα καὶ αὐτοὶ ἦσαν ἐν θυσίῃσί τε καὶ εὐπαθείῃσι.
送达苏萨的第一封信,即薛西斯已占领雅典的消息,使留守的波斯人如此高兴,以至于他们把所有的道路都铺上了香桃木,焚烧香料,并亲自举行祭祀和宴乐。
§8.99.2ἡ δὲ δευτέρη σφι ἀγγελίη ἐπεσελθοῦσα συνέχεε οὕτω ὥστε τοὺς κιθῶνας κατερρήξαντο πάντες, βοῇ τε καὶ οἰμωγῇ ἐχρέωντο ἀπλέτῳ, Μαρδόνιον ἐν αἰτίῃ τιθέντες.
然而,随之而来的第二封信却使他们如此震惊,以至于所有人都在悲痛中撕裂了自己的衣袍,发出无尽的呼喊和哀号,并将责任归咎于马尔多尼乌斯。
οὐκ οὕτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρσαι ἐποίευν ὡς περὶ αὐτῷ Ξέρξῃ δειμαίνοντες.
波斯人这样做,与其说是为失去战船而悲伤,不如说是为薛西斯本人的安危而担忧。