Humanitext Reader

希罗多德 · 历史 §8.10.1-8.10.3

波斯军包围希腊舰队与伊奥尼亚人的反应

第 1312 段,共 1577 段 · 希腊语

内容简介

波斯人看到希腊船只数量稀少,确信能轻易获胜便展开包围。亲希腊的伊奥尼亚人为此感到绝望,而敌视希腊的人则为了获得赏赐争相企图俘获雅典船只。

§8.10.1ὁρῶντες δὲ σφέας οἵ τε ἄλλοι στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ ὀλίγῃσι, πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας, ἐλπίσαντες σφέας εὐπετέως αἱρήσειν, οἰκότα κάρτα ἐλπίσαντες, τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας, τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας.
薛西斯麾下的其他士兵和将领们看到他们仅凭少数船只便驶来迎战,便断定他们完全是发了疯,于是他们自己也出动了船只,企图轻而易举地俘获他们。 这种期望是极为合理的,因为他们看到希腊人的船只寥寥无几,而他们自己的船只在数量上不仅是其数倍,而且航行性能也更为优良。
καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον.
由于轻视对方,他们便开始将希腊人包围在中央。
§8.10.2ὅσοι μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι, ἀέκοντές τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοστήσει· οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα.
在伊奥尼亚人中,那些对希腊人怀有厚意的人,都是违心地参战的。 当看到希腊人被包围,且深知他们中将无一人能够生还时,便视其为巨大的灾难;在他们看来,希腊人的局势是如此的危殆。
§8.10.3ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον, ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται· Ἀθηναίων γὰρ αὐτοῖσι λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα.
而对于那些对眼前发生的事感到高兴的人来说,他们则互相竞争,力求自己能第一个俘获一艘阿提卡船只,从而从国王那里获得赏赐;因为在全军之中,关于雅典人的名声是最为响亮的。

词汇与语法注释

  1. §8.10.1ἐπενείκαντες — 动词 ἐπιφέρω(归于、加于)的第一不定过去时主动分词 ἐπενέγκαντες 的伊奥尼亚方言形式。它带宾格宾语 μανίην(疯狂)和与格 σφι(他们,即希腊人),意为“将疯狂完全归于他们”,即“断定他们完全发了疯”。
  2. §8.10.1καταφρονήσαντες ταῦτα — 动词 καταφρονέω(轻视、藐视)通常支配属格,但在此处它将中性复数代词 ταῦτα 作为直接宾格宾语(意为“轻视这些情况”)。尽管也可以将 ταῦτα 解释为表示原因或范围的状语性宾格(“因这些事而轻视”),但在上下文里,将其作为直接宾语来指代前文所述的波斯方压倒性优势(船只数量及航行性能)或对希腊人弱小局势的蔑视更为自然。
  3. §8.10.3ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον — 这是一个由人称与格(ὅσοισι)、系动词 εἰμί 的过去时形式(ἦν)以及表示情感的分词(ἡδομένοισι)构成的句型,用于表达某人的态度或情感反应。主语是 τὸ γινόμενον(正在发生的事)。字面意思是“对于所有那些觉得正在发生的事令人高兴的人来说”。
  4. §8.10.3ὅκως ... λάμψεται — ὅκως(雅典方言的 ὅπως)在此处与将来直说法的 λάμψεται(动词 λαμβάνω 的伊奥尼亚方言将来时,相当于雅典方言的 λήψεται)连用,引导一个名词性从句,由表示努力或竞争的短语 ἅμιλλαν ἐποιεῦντο(竞争、力求)所支配,意为“力求如何……”。

引用这一段

希罗多德, 历史 §8.10.1-8.10.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.10.1-8.10.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。