§8.10.1ὁρῶντες δὲ σφέας οἵ τε ἄλλοι στρατιῶται οἱ Ξέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλέοντας νηυσὶ ὀλίγῃσι, πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας, ἐλπίσαντες σφέας εὐπετέως αἱρήσειν, οἰκότα κάρτα ἐλπίσαντες, τὰς μέν γε τῶν Ἑλλήνων ὁρῶντες ὀλίγας νέας, τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπλησίας καὶ ἄμεινον πλεούσας.
When the rest of Xerxes' soldiers and the generals saw them sailing against them with only a few ships, they attributed complete madness to them and themselves put out their ships, hoping that they would easily capture them—an expectation that was highly reasonable, since they saw that the ships of the Greeks were few, while their own were many times greater in number and better in sailing.
καταφρονήσαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέσον.
Despising these advantages, they began to encircle them in their midst.
§8.10.2ὅσοι μέν νυν τῶν Ἰώνων ἦσαν εὔνοοι τοῖσι Ἕλλησι, ἀέκοντές τε ἐστρατεύοντο συμφορήν τε ἐποιεῦντο μεγάλην ὁρῶντες περιεχομένους αὐτοὺς καὶ ἐπιστάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοστήσει· οὕτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα.
Now, those of the Ionians who were well-disposed to the Greeks served unwillingly and considered it a great disaster when they saw them being surrounded, knowing well that not one of them would return home; so weak did the affairs of the Greeks appear to them.
§8.10.3ὅσοισι δὲ καὶ ἡδομένοισι ἦν τὸ γινόμενον, ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαστος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βασιλέος δῶρα λάμψεται· Ἀθηναίων γὰρ αὐτοῖσι λόγος ἦν πλεῖστος ἀνὰ τὰ στρατόπεδα.
But for those to whom what was happening was a pleasure, they strove with one another how each might be the first to capture an Attic ship and receive gifts from the King; for among the forces, the reputation of the Athenians was the greatest.