Humanitext Reader

希罗多德 · 历史 §7.99.1-7.99.3

阿尔特米西亚的出身与参战舰队

第 1162 段,共 1577 段 · 希腊语

内容简介

希罗多德介绍了哈利卡尔那索斯等地的女僭主阿尔特米西亚。她在丈夫去世后凭着自身的意志和勇气自愿加入了对希腊的远征,作者详细记述了她的出身、所率舰队的卓越表现以及治下城邦的多利安起源。

§7.99.1τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ ἀναγκαζόμενος, Ἀρτεμισίης δὲ τῆς μάλιστα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός·
现在,对其余的军官我既无必要便不予提及,但我特别对阿尔特米西亚感到惊异,她是一位参加了对希腊远征的女性。
ἥτις ἀποθανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ παιδὸς ὑπάρχοντος νεηνίεω ὑπὸ λήματός τε καὶ ἀνδρηίης ἐστρατεύετο, οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης.
在丈夫去世后,她自己掌握了僭主统治权,尽管她有一个已经成年的年轻儿子,她仍凭着自己的气概和勇气加入了远征,尽管对她而言并无任何必须如此的强制。
§7.99.2οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμισίη, θυγάτηρ δὲ ἦν Λυγδάμιος, γένος δὲ ἐξ Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός, τὰ μητρόθεν δὲ Κρῆσσα.
她的名字确实叫阿尔特米西亚,是吕格达米斯的女儿,就父系而言,她的家族源自哈利卡尔那索斯,而就母系而言,她是一位克里特女性。
ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε καὶ Καλυδνίων, πέντε νέας παρεχομένη.
她率领着哈利卡尔那索斯人、科斯人、尼叙罗斯人和卡吕德尼亚人,提供了五艘船只。
§7.99.3καὶ συναπάσης τῆς στρατιῆς, μετά γε τὰς Σιδωνίων, νέας εὐδοξοτάτας παρείχετο, πάντων τε τῶν συμμάχων γνώμας ἀρίστας βασιλέι ἀπεδέξατο.
在整个舰队中,仅次于西顿人的船只,她提供了最享盛名的船只,并且在所有的盟友中,她向国王提出了最卓越的见解。
τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν, τὸ ἔθνος ἀποφαίνω πᾶν ἐὸν Δωρικόν, Ἁλικαρνησσέας μὲν Τροιζηνίους, τοὺς δὲ ἄλλους Ἐπιδαυρίους.
至于我提到由她率领的那些城市,我声明其整个种族都是多利安人,即哈利卡尔那索斯人来自特罗伊曾,而其余的人则来自埃皮道鲁斯。
ἐς μὲν τοσόνδε ὁ ναυτικὸς στρατὸς εἴρηται.
至此,海军情况已叙述完毕。

词汇与语法注释

  1. §7.99.1ὡς οὐκ ἀναγκαζόμενος — 连词 ὡς 与分词 ἀναγκαζόμενος 连用,表示主语(作者)主观上的原因:“因为没有被迫”。
  2. §7.99.1θῶμα ποιεῦμαι — 意为“对……感到惊异/惊叹”的惯用短语,等同于动词 θαυμάζω,支配属格(Ἀρτεμισίης ... γυναικός)作为其对象。
  3. §7.99.1παιδὸς ὑπάρχοντος νεηνίεω — 表示让步的属格独立结构:“尽管她有一个已经成年的年轻儿子”。伊奥尼亚方言形式的 νεηνίεω(相当于雅典方言的 νεανίου)作为分词 ὑπάρχοντος 的补足语。
  4. §7.99.3τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν — 这是一个关系词同化的例子,相当于 τῶν δὲ πολίων, ὧν κα刻莱萨 ἡγεμονεύειν αὐτήν(“至于我提到由她统治的那些城市”)。整个短语以属格形式置于句首以标示主题,而带不定式的宾格结构 ἡγεμονεύειν αὐτήν 则作为 κατέλεξα 的补足语。

引用这一段

希罗多德, 历史 §7.99.1-7.99.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.99.1-7.99.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。