§7.98.1τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς οἵδε ἦσαν ὀνομαστότατοι, Σιδώνιος Τετράμνηστος Ἀνύσου, καὶ Τύριος Ματτὴν Σιρώμου, καὶ Ἀράδιος Μέρβαλος Ἀγβάλου, καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος, καὶ Λύκιος Κυβερνίσκος Σίκα, καὶ Κύπριοι Γόργος τε ὁ Χέρσιος καὶ Τιμῶναξ ὁ Τιμαγόρεω, καὶ Καρῶν Ἱστιαῖός τε ὁ Τύμνεω καὶ Πίγρης ὁ Ὑσσελδώμου, καὶ Δαμασίθυμος ὁ Κανδαύλεω.
在随舰队航行的人当中,地位仅次于将领而最著名的是以下这些人:西顿人安尼索斯之子泰特拉姆内斯托斯、提尔人西罗摩斯之子马腾、阿拉多斯人阿格巴洛斯之子梅尔巴洛斯、基利家人奥罗梅东之子叙恩内西斯、吕基亚人西卡斯之子基贝尔尼斯克斯;塞浦路斯人中则有赫尔西斯之子戈尔戈斯与蒂马戈拉斯之子蒂莫纳克斯;卡里亚人中则有蒂姆内斯之子希斯提亚伊奥斯与许塞尔多摩斯之子皮格雷斯;以及坎道莱斯之子达马西图摩斯。