§7.100.1Ξέρξης δέ, ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη ὁ στρατός, ἐπεθύμησε αὐτός σφεας διεξελάσας θεήσασθαι·
薛西斯在军队清点并整队完毕后,渴望亲自驾车穿行其中进行视察。
μετὰ δὲ ἐποίεε ταῦτα, καὶ διεξελαύνων ἐπὶ ἅρματος παρὰ ἔθνος ἓν ἕκαστον ἐπυνθάνετο.
随后,他付诸行动,乘着战车经过每一个部族并进行询问。
καὶ ἀπέγραφον οἱ γραμματισταί, ἕως ἐξ ἐσχάτων ἐς ἔσχατα ἀπίκετο καὶ τῆς ἵππου καὶ τοῦ πεζοῦ.
书记官们便记录下来,直到他从一端走到另一端,登记完了骑兵和步兵。
§7.100.2ὡς δὲ ταῦτά οἱ ἐπεποίητο, τῶν νεῶν κατελκυσθεισέων ἐς θάλασσαν, ἐνθαῦτα ὁ Ξέρξης μετεκβὰς ἐκ τοῦ ἅρματος ἐς νέα Σιδωνίην ἵζετο ὑπὸ σκηνῇ χρυσέῃ καὶ παρέπλεε παρὰ τὰς πρῴρας τῶν νεῶν, ἐπειρωτῶν τε ἑκάστας ὁμοίως καὶ τὸν πεζὸν καὶ ἀπογραφόμενος.
在这些事情为他办妥之后,船只已被推下海去。 于是薛西斯从战车上下来,登上一艘西顿人的船,坐在黄金天幕之下,从各船的船首旁驶过,像对步兵那样对每艘船进行询问,并记录下来。
§7.100.3τὰς δὲ νέας οἱ ναύαρχοι ἀναγαγόντες ὅσον τε τέσσερα πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον, τὰς πρῴρας ἐς γῆν τρέψαντες πάντες μετωπηδόν, καὶ ἐξοπλίσαντες τοὺς ἐπιβάτας ὡς ἐς πόλεμον.
将领们把船只驶出距海岸约四普勒特隆的地方停泊,让所有的船首朝向陆地,排成一字横队,并让船上的士兵武装起来,宛如准备交战。
ὃ δʼ ἐντὸς τῶν πρωρέων πλέων ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ.
而薛西斯则在船首与海岸之间航行,进行视察。