§7.9.1μετʼ αὐτὸν δὲ Μαρδόνιος ἔλεγε
ὦ δέσποτα, οὐ μοῦνον εἶς τῶν γενομένων Περσέων ἄριστος ἀλλὰ καὶ τῶν ἐσομένων, ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα, καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους.
在他之后,马多尼乌斯说道:“主上啊,您不仅是过去的波斯人中最优秀的,也是未来的人中最优秀的,您在说其他事情时说得极为妥当、最为真实,并且您不会允许居住在欧洲的伊奥尼亚人嘲笑我们,因为他们是不值一提的。
§7.9.2καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα, εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα ἀδικήσαντα Πέρσας οὐδέν, ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι, καταστρεψάμενοι δούλους ἔχομεν, Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα·
因为,如果一方面我们征服了塞克人、印度人、埃塞俄比亚人和亚述人,以及其他许多强大民族并使之成为奴隶,尽管他们对波斯人毫无冒犯,而只因我们想要扩张势力;另一方面,我们却不去惩罚那些先挑起不义的希腊人,那确实将是一件荒谬的事。 ”