§7.8B.1μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν.
我计划在赫勒斯滂海峡架桥,率军穿过欧洲进攻希腊,以便为雅典人对波斯人及我的父亲所做的一切恶行向他们复仇。
§7.8B.2ὡρᾶτε μέν νυν καὶ πατέρα τὸν ἐμὸν Δαρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους.
你们此前也曾看见,我的父亲大流士曾极力渴望对这些人进行征伐。
ἀλλʼ ὃ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι·
然而,他已经去世,未能亲自实现复仇。
ἐγὼ δὲ ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περσέων οὐ πρότερον παύσομαι πρὶν ἢ ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας, οἵ γε ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντες.
但我为了他以及其他波斯人,在攻克并烧毁雅典之前决不罢休,因为正是他们,最先对我及我的父亲犯下了不义之举。
§7.8B.3πρῶτα μὲν ἐς Σάρδις ἐλθόντες, ἅμα Ἀρισταγόρῃ τῷ Μιλησίῳ δούλῳ δὲ ἡμετέρῳ ἀπικόμενοι, ἐνέπρησαν τά τε ἄλσεα καὶ τὰ ἱρά·
首先,他们前往萨尔迪斯,与我们的奴隶、米利都人阿里斯塔哥拉斯一同抵达,并烧毁了圣林和神庙。
δεύτερα δὲ ἡμέας οἷα ἔρξαν ἐς τὴν σφετέρην ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφρένης ἐστρατήγεον, τὰ ἐπίστασθέ κου πάντες.
其次,当达提斯与阿塔弗雷内斯担任将领时,对于登陆他们领土的我们,他们做出了何种勾当,关于这些事情,想必你们大家都是清楚的。