§7.8A.1ἄνδρες Πέρσαι, οὔτʼ αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθείς, παραδεξάμενός τε αὐτῷ χρήσομαι.
波斯的男子汉们,我自己不会在你们中间开创并确立这一习惯,而是将采用那继承而来的习惯。
ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδαμά κω ἠτρεμίσαμεν, ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων, Κύρου κατελόντος Ἀστυάγεα·
因为据我从长辈那里所听到的,自从塞浦路斯推翻阿斯提阿格斯、我们从米底人手中接管这一霸权以来,我们还从未安宁过。
ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον.
相反,神明正是如此引导着我们,而对于致力于众多事务的我们自身而言,事情也正朝着更好的方向发展。
τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα, ἐπισταμένοισι εὖ οὐκ ἄν τις λέγοι.
至于塞浦路斯、冈比西斯以及我的父亲大流士所征服并额外获得的那些民族,由于你们已经非常清楚,谁也不会再去多言。
§7.8A.2ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι·
而我自承袭这一王位以来,便一直在思虑,如何才能在这一荣耀中不逊于先辈,并且不为波斯人增加更少的权力。
φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος τε ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην τε, ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην.
在思虑之中,我发现,我们不仅能获得荣耀,而且能获得一片不比我们现在拥有的更小、也不更差、甚至更为富饶的土地,同时,复仇与惩罚也将得以实现。
διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα, ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν·
因此,我今天召集了你们,以便向你们商讨我所计划要做的事。