§7.75.1Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας ἔχοντες ἐστρατεύοντο, περὶ δὲ τὸ σῶμα κιθῶνας, ἐπὶ δὲ ζειρὰς περιβεβλημένοι ποικίλας, περὶ δὲ τοὺς πόδας τε καὶ τὰς κνήμας πέδιλα νεβρῶν, πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ ἐγχειρίδια μικρά.
色雷斯人出征时,头上戴着狐皮帽,身上穿着短衣,外面披着五彩斑斓的外套,脚和胫上绑着小鹿皮做的凉鞋,此外还携带着标枪、小盾和短刀。
§7.75.2οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς αὐτοὶ λέγουσι, Στρυμόνιοι, οἰκέοντες ἐπὶ Στρυμόνι· ἐξαναστῆναι δὲ φασὶ ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν.
他们在渡海来到亚洲后被称为比提尼亚人,但据他们自己说,以前他们住在斯特里蒙河畔,被称为斯特里蒙人;他们还说,自己是被特克里人和米西亚人赶出家园的。
Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης ὁ Ἀρταβάνου.
统帅亚洲色雷斯人的是阿尔塔巴诺斯之子巴萨克斯。