§7.74.1Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον ὅπλα.
吕底亚人的武器与希腊人的极其相似。
οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλεῦντο τὸ πάλαι, ἐπὶ δὲ Λυδοῦ τοῦ Ἄτους ἔσχον τὴν ἐπωνυμίην, μεταβαλόντες τὸ οὔνομα.
吕底亚人古时被称为梅奥尼亚人,但后来以阿提斯之子吕多斯的名字命名,改变了自己的名称。
Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα ἐπιχώρια, ἀσπίδας δὲ μικράς, ἀκοντίοισι δὲ ἐχρέωντο ἐπικαύτοισι.
米西亚人头上戴着当地特有的头盔,手持小盾,并使用顶端烧硬的标枪。
§7.74.2οὗτοι δὲ εἰσὶ Λυδῶν ἄποικοι, ἀπʼ Ὀλύμπου δὲ ὄρεος καλέονται Ὀλυμπιηνοί.
他们是吕底亚人的殖民者,因奥林匹斯山而被称为奥林匹斯人。
Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε Ἀρταφρένης ὁ Ἀρταφρένεος ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα Δάτι.
统帅吕底亚人和米西亚人的是阿尔塔弗雷内斯之子阿尔塔弗雷内斯,他曾与达提斯一同入侵马拉松。