§7.73.1φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς σκευὴν εἶχον, ὀλίγον παραλλάσσοντες.
弗里吉亚人的装备与帕夫拉戈尼亚人的装备极为接近,只有微小的差异。
οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρωπήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι, μεταβάντες δὲ ἐς τὴν Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον ἐς Φρύγας.
据马其顿人说,这些弗里吉亚人在作为欧洲人与马其顿人共同居住期间被称为布里格斯人,但迁入亚洲后,他们随着土地的改变也把名字改成了弗里吉亚人。
Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο, ἐόντες Φρυγῶν ἄποικοι.
亚美尼亚人像弗里吉亚人一样装备起来,他们是弗里吉亚人的殖民者。
τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης Δαρείου ἔχων θυγατέρα.
这两支军队一同由娶了大流士之女为妻的阿尔托克梅斯统帅。