§7.60.1ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν, οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές· οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων·
至于各个部族具体提供了多少人数,我无法准确说出;因为任何人都没有记载。
σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες.
然而,全体步兵的总数显现为一百七十万。
§7.60.2ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον· συνήγαγόν τε ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων, καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον·
他们是用以下的方法来清点人数的:他们将一万人聚集到一个地方,让他们尽可能紧密地挤在一起,然后在外面画了一个圆圈。
περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν·
画好圆圈并放走这一万人之后,他们沿着圆圈筑起了一道石墙,其高度达到一个成年男子的肚脐。
§7.60.3ταύτην δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον, μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν.
筑好这道墙后,他们又把其他的人一批批送进这处被围起来的地方,直到用这种方法清点了所有的人。
ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον.
清点完毕后,他们便按部族将他们排好阵列。