Humanitext Reader

希罗多德 · 历史 §7.59.1-7.59.3

多里斯克斯平原的军队清点与战船上岸

第 1122 段,共 1577 段 · 希腊语

内容简介

薛西斯决定在多里斯克斯平原整顿并清点军队,海军将船只拉上邻近的海岸晾干,而薛西斯则开始进行人数统计。

§7.59.1ὁ δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος· ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο.
多里斯克斯是色雷斯的一处海岸和一片大平原,大河赫布罗斯流经其中;在那里建有这座确实被称为多里斯克斯的皇家要塞,自大流士出征斯基泰人那次起,他就在其中派驻了波斯人的守备队。
§7.59.2ἔδοξε ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα.
因此,薛西斯认为这个地方适合用来整军和清点人数,他便这样做了。
τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή.
对于所有抵达多里斯克斯的船只,海军将领们根据薛西斯的命令,将它们带到与多里斯克斯相邻的海岸,那里建有萨莫色雷斯人的城市萨勒和佐内,其尽头是著名的塞雷翁角。
ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων.
这片地区在古时属于奇科内斯人。
§7.59.3ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες.
他们将船只靠向这处海岸,并把它们拉上岸来晾干。
ὁ δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.
而在此期间,他则在多里斯克斯清点军队的人数。

词汇与语法注释

  1. 7.59.1ἐν τῷ — 带有介词 ἐν 的关系代词(作指示代词用法),指代前文的 πεδίον(平原)。
  2. 7.59.2ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι — 两个不定式,修饰形容词 ἐπιτήδεος(适合的),表示目的或用途(“适合用来整军和清点”)。
  3. 7.59.3ἀνέψυχον ἀνελκύσαντες — 不定过去时分词 ἀνελκύσαντες 表示在未完成过去时动词 ἀνέψυχον 之前的先行动作,译为“将船拉上岸后予以晾干”。

引用这一段

希罗多德, 历史 §7.59.1-7.59.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.59.1-7.59.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。