§7.59.1ὁ δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος·
ドリスコスはトラキアの海岸であり、また大平原であって、その中を大河ヘブロスが流れている。
ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο.
そこには、まさにドリスコスと呼ばれている王の要塞が築かれており、そこにはダレイオスがスキタイ人に対して遠征したあの時からずっと、彼によって置かれたペルシア人の守備隊が駐屯していた。
§7.59.2ἔδοξε ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα.
そこでクセルクセスには、その場所が軍勢を整列させ、その数を数え上げるのに適していると思われ、彼はこれを行った。
τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή. ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων.
ドリスコスに到着した船のすべてについて、将軍たちはクセルクセスの命令により、ドリスコスに隣接する海岸へと運んだが、そこにはサモトラケ人の都市サレ、およびゾネが建てられており、その端には名高いセレイオン岬がある。 この地域は古くはキコネス人のものであった。
§7.59.3ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες.
この海岸に船を接岸させ、彼らは船を引き上げて乾かしていた。
ὁ δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.
他方、彼はその間、ドリスコスで軍勢の数え上げを行っていた。