§7.58.1ὁ δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο, τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ.
同时,海军驶出赫勒斯滂,沿着陆地航行,其行动方向与步兵军队相反。
§7.58.2ὃ μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε, ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν, ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν· ὁ δὲ κατʼ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου, ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος, ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν, διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή.
因为前者向西航行,前往萨尔佩顿角,那是预先命令他们在到达后等待的地方;而陆上军队则穿过赫尔松尼苏斯,向着东面及太阳升起的方向前进,他们的右侧是阿塔玛斯之女赫勒的陵墓,左侧是卡尔迪亚城,并穿过一座恰好名叫阿哥拉的城市。
§7.58.3ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν, οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλʼ ἐπιλιπόντα, τοῦτον τὸν ποταμὸν διαβάς, ἐπʼ οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει, ἤιε πρὸς ἑσπέρην, Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών, ἐς ὃ ἀπίκετο ἐς Δορίσκον.
从那里开始,他们绕过被称为梅拉斯的湾,并渡过梅拉斯河——当时该河的流量不足以供给军队,反而干涸了——渡过这条河流(该湾也因这条河而得名)之后,他们向西行进,经过埃奥利斯人的城市埃诺斯和斯滕托里斯湖,直到抵达多里斯克斯。