§7.59.1ὁ δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος· ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο.
Doriscus is a beach and a great plain of Thrace, through which flows a great river, the Hebrus; on it had been built this royal fortress which is indeed called Doriscus, and a Persian garrison had been established in it by Darius from that time when he marched against the Scythians.
§7.59.2ἔδοξε ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα.
It seemed, therefore, to Xerxes that the place was suitable for drawing up and numbering the army, and he did so.
τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή.
As for all the ships that had arrived at Doriscus, the admirals, at the command of Xerxes, brought them to the beach adjacent to Doriscus, where the Samothracian cities of Sale and Zone are built, and its extremity is the famous Cape Serreum.
ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων.
This region in ancient times belonged to the Cicones.
§7.59.3ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες.
Having brought their ships to this beach, they hauled them up and let them dry.
ὁ δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.
Meanwhile, he was making the numbering of the army at Doriscus.