Humanitext Reader

希罗多德 · 历史 §7.57.1-7.57.2

预示薛西斯败亡的两起异兆

第 1120 段,共 1577 段 · 希腊语

内容简介

记述了预示薛西斯未来败亡的两起异兆:一起发生在他渡过赫勒斯滂时(牝马生兔),另一起发生在他此前在萨尔迪斯时(雌骡生下两性骡)。

§7.57.1ὡς δὲ διέβησαν πάντες, ἐς ὁδὸν ὁρμημένοισι τέρας σφι ἐφάνη μέγα, τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν· ἵππος γὰρ ἔτεκε λαγόν.
众人全部渡河完毕后,当他们正出发上路时,一处伟大的异兆向他们显现,然而薛西斯对此毫不介意,尽管这本是极易解释的:因为一匹牝马生下了一只野兔。
εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο, ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα, ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐς τὸν αὐτὸν χῶρον.
之所以说这很容易解释,是因为薛西斯虽然将极其高傲且极其壮丽地率军进攻希腊,但回来时却将为保全自己的性命奔逃着,回到这同一个地方。
ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι· §7.57.2ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα, τὰ μὲν ἔρσενος τὰ δὲ θηλέης· κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος.
当他还在萨尔迪斯时,也曾有另一个异兆发生在他身上:因为一头雌骡生下了一头具有雌雄两套生殖器的骡子,其中雄性的在上面,雌性的在下面。
τῶν ἀμφοτέρων λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο, σὺν δέ οἱ ὁ πεζὸς στρατός.
他对这两起异兆都不予理会,继续向前进发,他的步兵军队也随他同行。

词汇与语法注释

  1. 7.57.1ἐς ὁδὸν ὁρμημένοισι — 完成时中被动分词与格复数。与与格代名词 σφι(对他们)一致,表示“在他们正出发上路时”的状态。
  2. 7.57.1περὶ ἑωυτοῦ τρέχων — 源自 τρέχω περὶ ψυχῆς(为生命奔跑)等表达的习语,意为“为了保全自己的生命而奔逃(即狼狈逃窜)”。
  3. 7.57.2τῶν ἀμφοτέρων — 中性复数属格,指代前文提到的两个异兆(马产兔以及骡产两性骡)。在分词 ποιησάμενος 支配下作宾格性属格(客观属格)。

引用这一段

希罗多德, 历史 §7.57.1-7.57.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.57.1-7.57.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。