Humanitext Reader

希罗多德 · 历史 §7.50.1-7.50.4

薛西斯论冒险决断与先王的功业

第 1113 段,共 1577 段 · 希腊语

内容简介

薛西斯反驳阿尔塔巴诺斯,认为如果顾虑一切将一事无成,并以波斯历代先王通过冒险扩张帝国为例,表达了对此次远征成功的信心。

§7.50.1ἀμείβεται Ξέρξης τοῖσιδε. Ἀρτάβανε, οἰκότως μὲν σύ γε τούτων ἕκαστα διαιρέαι· ἀτὰρ μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίως ἐπιλέγεο.
薛西斯回答如下: “阿尔塔巴诺斯啊,你对这些具体的事情确实分析得很有道理;然而,你既不要害怕一切,也不要同样地去顾虑每一件事。
εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι, ποιήσειας ἂν οὐδαμὰ οὐδέν·
因为,如果对于随时发生的每一件事,你都同样地去顾虑重重,那你将永远一事无成。
κρέσσον δὲ πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν παθεῖν.
勇敢地面对一切,从而遭受一半的灾祸,也比因为事先害怕每一件事而从未遭受任何灾祸要好得多。
§7.50.2εἰ δὲ ἐρίξων πρὸς πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξεις, σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὁ ὑπεναντία τούτοισι λέξας.
但是,如果你对所说的每一件事都进行争辩,却不能指出什么是确定的,那么你在这些事情上必然会犯错,就像那些说相反话的人一样。
τοῦτο μέν νυν ἐπʼ ἴσης ἔχει·
在这一点上,双方是平等的。
εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον;
然而,作为一个凡人,又怎么可能知道什么是确定的呢?
δοκέω μὲν οὐδαμῶς.
我认为这绝不可能。
τοῖσι τοίνυν βουλομένοισι ποιέειν ὡς τὸ ἐπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα, τοῖσι δὲ ἐπιλεγομένοισί τε πάντα καὶ ὀκνέουσι οὐ μάλα ἐθέλει.
因此,对于那些愿意行动的人来说,利益通常更容易产生;而对于那些顾虑重重且犹豫不决的人来说,利益是不大愿意光顾的。
§7.50.3ὁρᾷς τὰ Περσέων πρήγματα ἐς ὃ δυνάμιος προκεχώρηκε.
你已经看到波斯人的国力发展到了多么强大的地步。
εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σύ, ἢ μὴ χρεώμενοι γνώμῃσι τοιαύτῃσι ἄλλους συμβούλους εἶχον τοιούτους, οὐκ ἄν κοτε εἶδες αὐτὰ ἐς τοῦτο προελθόντα·
如果那些在我之前的国王们也持有与你相同的看法,或者,即使他们自己没有这种看法,也拥有像你这样的其他顾问,你绝不会看到我们的事业发展到今天这个地步。
νῦν δὲ κινδύνους ἀναρριπτέοντες ἐς τοῦτο σφέα προηγάγοντο.
然而在现实中,他们正是通过冒险,才把事业推向了这一高度。
μεγάλα γὰρ πρήγματα μεγάλοισι κινδύνοισι ἐθέλει καταιρέεσθαι.
因为伟大的事业,往往需要通过巨大的冒险来实现。
§7.50.4ἡμεῖς τοίνυν ὁμοιεύμενοι ἐκείνοισι ὥρην τε τοῦ ἔτεος καλλίστην πορευόμεθα, καὶ καταστρεψάμενοι πᾶσαν τὴν Εὐρώπην νοστήσομεν ὀπίσω, οὔτε λιμῷ ἐντυχόντες οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντες.
所以,我们效仿他们,正在一年中最好的季节行军,在征服整个欧洲之后,我们将班师回朝,既不会在任何地方遭遇饥荒,也不会遭受任何其他不快的事情。
τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα, τοῦτο δέ, τῶν ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος, τούτων τὸν σῖτον ἕξομεν· ἐπʼ ἀροτῆρας δὲ καὶ οὐ νομάδας στρατευόμεθα ἄνδρας.
因为一方面,我们自己携带着充足的粮食行军;另一方面,无论我们踏上哪个国家和民族的土地,我们都将获得他们的粮食,因为我们征讨的是耕种土地的农夫,而不是游牧民。 ”

词汇与语法注释

  1. 7.50.1ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι — 介词 ἐπί 在此表示“关于”或“在……之际”,现在分词中被动态 ἐπεσφερομένῳ 意为“接踵而至的”或“随时发生的”事态。
  2. 7.50.1ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν παθεῖν — 由比较级 κρέσσον(κρεῖσσον 的爱奥尼亚方言形式)引导的对比。前半句的分词 θαρσέοντα 和后半句的 προδειμαίνοντα 均为宾格,与不定式 πάσχειν 和 παθεῖν 的逻辑主语一致。
  3. 7.50.2σφάλλεσθαι ὀφείλεις ἐν αὐτοῖσι ὁμοίως καὶ ὁ ὑπεναντία τούτοισι λέξας — 短语 σφάλλεσθαι ὀφείλεις 字面意思是“你有犯错的义务”,引申为“你必然会犯错/受挫”。这里的 καί 与 ὁ... λέξας(说相反话的人)连用,表示“正如……一样”的比较。
  4. 7.50.2εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶς χρὴ τὸ βέβαιον; — 短语 ἄνθρωπον ἐόντα 是不定式 εἰδέναι 的宾格主语(或与该不定式省略的主语一致的分词),意为“作为一个凡人”。与 χρή 连用,构成反问句:“凡人又怎么可能知道……呢?”
  5. 7.50.2φιλέει... ἐθέλει — 动词 φιλέω 和 ἐθέλω 在此处并非表示人类的喜好或意愿,而是用于惯用法,表示自然的倾向或可能性(“往往……”、“倾向于……”)。
  6. 7.50.3εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βασιλέες γνώμῃσι ἐχρέωντο ὁμοίῃσι καὶ σύ... οὐκ ἄν κοτε εἶδες — 虚拟语气条件句,表示与过去事实相反。条件从句使用 εἰ 加上直陈式过去未完成时(ἐχρέωντο),主句使用 ἄν 加上直陈式过去瞬时(εἶδες)。
  7. 7.50.4των ἄν κου ἐπιβέωμεν γῆν καὶ ἔθνος, τούτων τὸν σῖτον ἕξομεν — 关系从句中的动词 ἐπιβέωμεν(ἐπιβαίνω 的爱奥尼亚方言过去时虚拟语气)支配属格关系代词 τῶν,该代词指代 γῆν καὶ ἔθνος。主句中的指示代词 τούτων 总结了整个关系从句,修饰 τὸν σῖτον。

引用这一段

希罗多德, 历史 §7.50.1-7.50.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.50.1-7.50.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。