§7.49.1ὃ δʼ ἀμείβετο λέγων
ὦ βασιλεῦ, οὔτε στρατὸν τοῦτον, ὅστις γε σύνεσιν ἔχει, μέμφοιτʼ ἂν οὔτε τῶν νεῶν τὸ πλῆθος· ἢν δὲ πλεῦνας συλλέξῃς, τὰ δύο τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται.
他回答说: “大王啊,凡是有头脑的人,既不会指责这支军队,也不会指责船只的数量;但如果您聚集起更多的数量,我所说的那两件事就会对您变得更加敌对。
τὰ δὲ δύο ταῦτα ἐστὶ γῆ τε καὶ θάλασσα.
而这两件事就是陆地和海洋。
§7.49.2οὔτε γὰρ τῆς θαλάσσης ἐστὶ λιμὴν τοσοῦτος οὐδαμόθι, ὡς ἐγὼ εἰκάζω, ὅστις ἐγειρομένου χειμῶνος δεξάμενός σευ τοῦτο τὸ ναυτικὸν φερέγγυος ἔσται διασῶσαι τὰς νέας.
因为在海洋的任何地方,据我推测,都没有一个大到足以在暴风雨来临时接纳您这支海军并保证船只安全完好的港口。
καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι τὸν λιμένα, ἀλλὰ παρὰ πᾶσαν τὴν ἤπειρον παρʼ ἣν δὴ κομίζεαι.
然而,这样的港口不应当只有一个,而应当沿着您所航行的整个大陆沿岸分布。
§7.49.3οὔκων δὴ ἐόντων τοι λιμένων ὑποδεξίων, μάθε ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὥνθρωποι τῶν συμφορέων.
既然对您而言没有可以容纳它们的港口,您就应当明白,是环境统治着人类,而不是人类统治着环境。
καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου τὸ ἕτερον ἔρχομαι ἐρέων.
现在,既然已经谈到了这两件事中的一件,我接着就要谈另一件。
§7.49.4γῆ δὲ πολεμίη τῇδέ τοι κατίσταται· εἰ θέλει τοι μηδὲν ἀντίξοον καταστῆναι, τοσούτῳ τοι γίνεται πολεμιωτέρη ὅσῳ ἂν προβαίνῃς ἑκαστέρω, τὸ πρόσω αἰεὶ κλεπτόμενος· εὐπρηξίης δὲ οὐκ ἔστι ἀνθρώποισι οὐδεμία πληθώρη.
陆地是以下述方式对您变得敌对的:即使没有任何阻碍发生,您走得越远,它就变得越发敌对,因为您在不知不觉中总被更远的前方所诱惑;因为人类对于成功是永远不会感到满足的。
§7.49.5καὶ δή τοι, ὡς οὐδενὸς ἐναντιευμένου, λέγω τὴν χώρην πλεῦνα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεσθαι.
事实上,即使没有人反抗您,我也要说,随着时间的推移,土地的不断扩大将会孕育出饥荒。
ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος, εἰ βουλευόμενος μὲν ἀρρωδέοι, πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα, ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη.
但是,如果一个人在谋划时心怀戒惧、考虑到可能遭遇的一切灾祸,而在行动中却能果敢无畏,那么他才是最优秀的人。 ”