§7.48.1Ξέρξης δὲ πρὸς ταῦτα ἀμείβετο τοῖσιδε. δαιμόνιε ἀνδρῶν, κοῖα ταῦτα λέγεις εἶναι δύο μοι πολεμιώτατα;
对此,薛西斯用以下的话回答说: “不可思议的人啊,你所说的那两个对我最为敌对的事物到底是什么?
κότερά τοι ὁ πεζὸς μεμπτὸς κατὰ πλῆθος ἐστὶ καὶ τὸ Ἑλληνικὸν στράτευμα φαίνεται πολλαπλήσιον ἔσεσθαι τοῦ ἡμετέρου, ἢ τὸ ναυτικὸν τὸ ἡμέτερον λείψεσθαι τοῦ ἐκείνων, ἢ καὶ συναμφότερα ταῦτα;
在你看里,是我们的陆军在人数上令人不满、而希腊人的军队显得将是我们的许多倍,还是我们的海军将显得逊于他们的海军,抑或这两者皆是?
εἰ γάρ τοι ταύτῃ φαίνεται ἐνδεέστερα εἶναι τὰ ἡμέτερα πρήγματα, στρατοῦ ἂν ἄλλου τις τὴν ταχίστην ἄγερσιν ποιέοιτο.
因为如果我们的情况在这一方面确实显得有所不足,人们大可尽快再行召集另外一支军队。 ”