Humanitext Reader

希罗多德 · 历史 §7.236.1-7.236.3

阿开梅内斯反对分兵并进言薛西斯

第 1299 段,共 1577 段 · 希腊语

内容简介

阿开梅内斯极力反对德马拉托斯分兵的提议,劝告薛西斯保持海陆军合力进击,并指出无须过度关注希腊盟军的内部动向。

§7.236.1λέγει μετὰ τοῦτον Ἀχαιμένης, ἀδελφεός τε ἐὼν Ξέρξεω καὶ τοῦ ναυτικοῦ στρατοῦ στρατηγός, παρατυχών τε τῷ λόγῳ καὶ δείσας μὴ ἀναγνωσθῇ Ξέρξης ποιέειν ταῦτα, ὦ βασιλεῦ, ὁρῶ σε ἀνδρὸς ἐνδεκόμενον λόγους ὃς φθονέει τοι εὖ πρήσσοντι ἢ καὶ προδιδοῖ πρήγματα τὰ σά.
在此人之后,薛西斯的兄弟、兼任海军统帅的阿开梅内斯开口说话了。 他当时恰好在旁听到了这番对话,因担心薛西斯会被说服去执行这些计划,便说道: “大王啊,我看到您正在听信一个男人的话,此人嫉妒您的顺遂,甚至企图背叛您的事业。
καὶ γὰρ δὴ καὶ τρόποισι τοιούτοισι χρεώμενοι Ἕλληνες χαίρουσι· τοῦ τε εὐτυχέειν φθονέουσι καὶ τὸ κρέσσον στυγέουσι.
因为希腊人确实乐于采取这种行径:他们嫉妒别人的成功,并且憎恨更优越的事物。
§7.236.2εἰ δʼ ἐπὶ τῇσι παρεούσῃσι τύχῃσι, τῶν νέες νεναυηγήκασι τετρακόσιαι, ἄλλας ἐκ τοῦ στρατοπέδου τριηκοσίας ἀποπέμψεις περιπλέειν Πελοπόννησον, ἀξιόμαχοί τοι γίνονται οἱ ἀντίπαλοι·
但是,如果我们在目前已经有四百艘船只触礁遇难的境遇下,您再从大营中抽调另外三百艘船去环绕伯罗奔尼撒航行,那么对手就会变得足以与您抗衡。
ἁλὴς δὲ ἐὼν ὁ ναυτικὸς στρατὸς δυσμεταχείριστός τε αὐτοῖσι γίνεται, καὶ ἀρχὴν οὐκ ἀξιόμαχοί τοι ἔσονται, καὶ πᾶς ὁ ναυτικὸς τῷ πεζῷ ἀρήξει καὶ ὁ πεζὸς τῷ ναυτικῷ ὁμοῦ πορευόμενος·
相反,如果海军保持团结一致,对他们来说便极难对付,而且他们起初根本不会是您的对手;并且,整支海军可以援助陆军,陆军也能在共同推进时援助海军。
εἰ δὲ διασπάσεις, οὔτε σὺ ἔσεαι ἐκείνοισι χρήσιμος οὔτε ἐκεῖνοι σοί.
但如果您将它们拆散,那么既非您对他们有用,亦非他们对您有用。
§7.236.3τὰ σεωτοῦ δὲ τιθέμενον εὖ γνώμην ἔχω τὰ τῶν ἀντιπολέμων μὴ ἐπιλέγεσθαι πρήγματα, τῇ τε στήσονται τὸν πόλεμον τά τε ποιήσουσι ὅσοι τε πλῆθος εἰσί.
我的意见是,在把您自己的事情安排妥当的同时,不要去理会敌人的事情——即他们将在何处摆开战场、将要做什么、人数又是多少。
ἱκανοὶ γὰρ ἐκεῖνοί γε αὐτοὶ ἑωυτῶν πέρι φροντίζειν εἰσί, ἡμεῖς δὲ ἡμέων ὡσαύτως.
因为他们自己为自己操心就足够了,我们对我们自己也同样如此。
Λακεδαιμόνιοι δὲ ἢν ἴωσι ἀντία Πέρσῃσι ἐς μάχην, οὐδὲν τὸ παρεὸν τρῶμα ἀκεῦνται.
如果拉刻代蒙人前来与波斯人交战,他们绝无法治愈目前所受的创伤。 ”

词汇与语法注释

  1. 7.236.1ἀναγνωσθῇ — ἀναγινώσκω 的被动不定过去时虚拟语气。该词在通常希腊语中意为“阅读”,但在希罗多德的作品中经常用于表示“说服”或“使……同意”。此处使用被动形式,并与后文的不定式 ποιέειν 连用,引导由 μὴ 开启的表示担忧的从句,意为“唯恐薛西斯被说服去执行这些计划”。
  2. 7.236.2τῶν — 阴性复数属格关系代词。在此语境中,先行词被理解为省略的 [νεῶν](船只),意为“在这些(船只)中,已有四百艘遭遇海难”。虽然在语法上它也可以与前句的阴性复数 `τύχῃσι`(境遇、命运)一致,但鉴于该关系从句的主语是 `νέες`(船只),将其指向船队最为自然。
  3. 7.236.3γνώμην ἔχω — 意为“我有……的意见”,在此处实际起到了主句动词(“我认为/我主张”)的作用,后接不定式 `μὴ ἐπιλέγεσθαι`(不予考虑)。句首的主格分词 `τιθέμενον`(妥善安排)在语法上与 `γνώμην ἔχω` 的主语(阿开梅内斯)一致。

引用这一段

希罗多德, 历史 §7.236.1-7.236.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.236.1-7.236.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。