§7.235.1ὃ δʼ ἀμείβετο
ὦ βασιλεῦ, εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως, δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον·
他回答道: “大王啊,如果您确实诚心向我征求意见,我理当向您指出最妥当的良策。
εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην.
这就是:如果您从海军中派遣三百艘三列桨战船前往拉科尼亚地区。
§7.235.2ἔστι δὲ ἐπʼ αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομα ἐστὶ Κύθηρα, τὴν Χίλων ἀνὴρ παρʼ ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἂν ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν, αἰεί τι προσδοκῶν ἀπʼ αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι, οὔτι τὸν σὸν στόλον προειδώς, ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον.
在那附近有一个相连的岛屿,名叫库特拉。 曾是我们之中最聪慧之人的希隆说过,对斯巴达人而言,这个岛屿沉入海底要比高出海面好得多;他总是预料到会有类似我向您解释的那种事情从该岛发生。 他决非预知了您的远征,而是同样惧怕一切人类的远征。
§7.235.3ἐκ ταύτης τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους.
让您的军队以此岛为基地出发,去威慑拉刻代蒙人。
παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου, οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ.
由于在他们家门口有切身的战争发生,您就完全不必担心他们在其余希腊地区被陆军攻占时会去支援。
καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται.
而一旦其余的希腊被奴役,孤立无援的拉科尼亚势力便会削弱。
§7.235.4ἢν δὲ ταῦτα μὴ ποιέῃς, τάδε τοι προσδόκα ἔσεσθαι.
但如果您不这样做,就请做好面临以下情况的准备。
ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός· ἐν τούτῳ τῷ χώρῳ πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοὶ μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομενέων προσδέκεο ἔσεσθαί τοι.
在伯罗奔尼撒有一处狭窄的地峡,若所有的伯罗奔尼撒人都在此联合起来对抗您,您就得准备迎接比已经发生过的战斗更加激烈的恶战。
ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ ὅ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι.
但如果您采取上述策略,那么该地峡和各城邦都将不战而降。 ”