Humanitext Reader

希罗多德 · 历史 §7.237.1-7.237.3

薛西斯为戴玛拉托斯辩护并禁止诽谤

第 1300 段,共 1577 段 · 希腊语

内容简介

薛西斯接受了阿开梅内斯的建议,并为戴玛拉托斯辩护,下令禁止今后任何人诽谤他。

§7.237.1ἀμείβεται Ξέρξης τοῖσιδε. Ἀχαίμενες, εὖ τε μοι δοκέεις λέγειν καὶ ποιήσω ταῦτα.
薛西斯用以下的话回答道: “阿开梅内斯啊,在我看来,你说的很好,我也将照此办理。
Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοί, γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ.
戴玛拉托斯所说的固然是他自己认为对我最有利的事,但在见识上,他确实逊色于你。
§7.237.2οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι, τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι, ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ, οὐδʼ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο, εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι· σπάνιοι δὲ εἰσὶ οἱ τοιοῦτοι·
因为我绝不接受他不对我的事业怀有善意这种说法,这不仅是从他以前所说的话来判断,也是从以下事实来判断:一个公民会嫉妒另一个顺遂的公民,并默默地对他怀有敌意;而且,即使同胞公民前来咨询,一个公民也不会向其提出自己认为最好的建议,除非他已达到了极高的德行;而这样的人是罕见的。
§7.237.3ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντι ἐστὶ εὐμενέστατον πάντων, συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα.
相反,异邦之友对于顺遂的异邦之友是所有人中最友善的,如果前来咨询,他就会提出最好的建议。
οὕτω ὦν κακολογίης τῆς ἐς Δημάρητον, ἐόντος ἐμοὶ ξείνου πέρι, ἔχεσθαι τινὰ τοῦ λοιποῦ κελεύω.
因此,对于对我而言是异邦之友的戴玛拉托斯,我命令任何人在今后都不得对他进行诽谤。 ”

词汇与语法注释

  1. 7.237.1ἔλπεται — 在古典雅典散文中,该动词通常意为“希望”或“期待”,但在希罗多德(以及爱奥尼亚方言和诗歌)中,它被用于“认为”、“相信”或主观地“觉得”之意。
  2. 7.237.2ὅκως οὐκ εὐνοέει — 质词 ὅκως(雅典方言的 ὅπως)代替 ὅ提 引导名词从句,作为主句动词 ἐνδέξομαι 的宾语从句。字面意思是“我绝不接受他不怀善意这种状况(或事实)”。
  3. 7.237.2εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι — 副词 πρόσω(远地、深地)支配属格 ἀρετῆς,意为“达到德行之深处”(即具有极高尚的品德)。动词 ἀνήκοι(ἀνήκω 的现在时希求式)与主句中的 ἂν ... ὑποθέοιτο 呼应,表示一般的或潜在的条件。
  4. 7.237.3κακολογίης... ἔχεσθαι — 中动相动词 ἔχομαι 支配属格,意为“克制”、“避免”(与 ἀπέχεσθαι 同义)。不定代词 τινά 作为不定式的主语,意为“任何人(都应当克制)”。

引用这一段

希罗多德, 历史 §7.237.1-7.237.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.237.1-7.237.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。