Humanitext Reader

希罗多德 · 历史 §7.229.1-7.229.2

患眼疾的欧律托斯与阿里斯托德摩斯

第 1292 段,共 1577 段 · 希腊语

内容简介

记述了温泉关战役中因眼疾而在后方修养的两名斯巴达士兵欧律托斯与阿里斯托德摩斯的不同抉择:前者重返战场战死,后者则选择生还回国,从而引起了斯巴达人极大的愤怒。

§7.229.1δύο δὲ τούτων τῶν τριηκοσίων λέγεται Εὔρυτόν τε καὶ Ἀριστόδημον, παρεὸν αὐτοῖσι ἀμφοτέροισι κοινῷ λόγῳ χρησαμένοισι ἢ ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην, ὡς μεμετιμένοι γε ἦσαν ἐκ τοῦ στρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν Ἀλπηνοῖσι ὀφθαλμιῶντες ἐς τὸ ἔσχατον, ἢ εἴ γε μὴ ἐβούλοντο νοστῆσαι, ἀποθανεῖν ἅμα τοῖσι ἄλλοισι, παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν οὐκ ἐθελῆσαι ὁμοφρονέειν, ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μέν, πυθόμενον τῶν Περσέων τὴν περίοδον, αἰτήσαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν ἑωυτὸν κελεῦσαι τὸν εἵλωτα ἐς τοὺς μαχομένους, ὅκως δὲ αὐτὸν ἤγαγε, τὸν μὲν ἀγαγόντα οἴχεσθαι φεύγοντα, τὸν δὲ ἐσπεσόντα ἐς τὸν ὅμιλον διαφθαρῆναι, Ἀριστόδημον δὲ λιποψυχέοντα λειφθῆναι.
在这三百人当中,有两个人,即欧律托斯和阿里斯托德摩斯,据说有这样的经历:他们两人本可以达成共识,要么一起安全返回斯巴达——因为他们已被列奥尼达准假离开营地,正因患有极严重的眼疾而在阿尔佩诺伊卧床——要么,如果他们不想回家,也可以与其他所有人一同战死。 尽管他们本可以做出这两种选择中的任何一种,但他们却不愿达成一致,反而意见相左。 欧律托斯一听闻波斯人的迂回包围,便索要盔甲并穿戴整齐,命令他的希洛特奴隶将自己带到正在交战的人群中。 然而,当奴隶带他到达后,引路者便逃之夭夭,而欧律托斯则冲入乱军之中,战死沙场。 至于阿里斯托德摩斯,则因丧失斗志而留在了后面。
§7.229.2εἰ μέν νυν ἢ μοῦνον Ἀριστόδημον ἀλγήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην ἢ καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι, δοκέειν ἐμοί, οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι·
此时,如果仅是阿里斯托德摩斯一人因病回到斯巴达,或者是他们两人一同踏上归途,在我看来,斯巴达人绝不会对他们有任何愤怒。
νυνὶ δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου, τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος οὐκ ἐθελήσαντος δὲ ἀποθνήσκειν, ἀναγκαίως σφι ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ.
但现实情况是,他们中的一人已经牺牲,而另一人虽有完全相同的借口,却不愿赴死,因此,斯巴达人必然对阿里斯托德摩斯怀有极大的愤怒。

词汇与语法注释

  1. 7.229.1παρεὸν — 无人称动词 πάρεστι(可以、可能)的现在分词中性单数宾格,构成宾格绝对(accusative absolute)句式。它带有其后的不定式(ἀποσωθῆναι、ἀποθανεῖν、ποιέειν),表示让步意义“尽管本可以……”。在这一节中出现了两次,结构相同。
  2. 7.229.2οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι — 间接引语中过去虚拟条件句的结句(apodosis)。在直接引语中,它应当是 οὐκ ἂν προσέθεσαν(他们本不会发怒),但在此处由于依附于主句动词 δοκέειν,因而转写为 ἄν 加上不定式(προσθέσθαι)的形式。
  3. 7.229.2τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος — 介词性中动态动词 ἔχομαι 支配属格,意为“紧抓、坚持”,引申为“持有、享有相同的借口/情况”。它是属格绝对结构(τοῦ δὲ ... ἐχομένου ... οὐκ ἐθελήσαντος δὲ ...)的一部分。
  4. 7.229.2ἀναγκαίως σφι ἔχειν — 副词与 ἔχω 连用的句式(ἀναγκαίως ἔχει,相当于 ἀναγκαῖόν ἐστι,“是必然的、不可避免的”),在间接引语中转为不定式(ἔχειν)。逻辑上的主语是后面的不定式 μηνῖσαι(发怒),而 σφι(对于他们)则是表示关系的与格。

引用这一段

希罗多德, 历史 §7.229.1-7.229.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.229.1-7.229.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。